3.1.27
Ἄλεξις Μεροπίδι·
εἰς καιρὸν ἥκεις· ὡς ἔγωγʼ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη.
καὶ ἐν Ἀγκυλίωνι·
λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.
Ἄμφις Ἀμφικράτει· τὸ δʼ ἀγαθὸν ὅ τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ, ὦ δέσποτʼ, ἢ τὸ Πλάτωνος ἀγαθόν. - πρόσεχε δή.
3.1.28
ἐν Δεξιδημίδῃ·
ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα note πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.
Κρατῖνος Ψευδυποβολιμαίῳ·
ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
- κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδα <δʼ>, ὑπονοῶ δʼ ἔχειν.
Ἄλεξις Ὀλυμπιοδώρῳ·
σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δʼ ἀθάνατον ἐξῇξε note πρὸς τὸν ἀέρα.
- ταῦτʼ οὐ σχολὴ Πλάτωνος;
καὶ ἐν Παρασίτῳ·
ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.
χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.
3.1.29
Ἀρίστιππος δʼ ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου - ἔνιοι καὶ Φαίδρου φασί - · δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα, ἃ καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς·
ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω. καὶ ἄλλο·
ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.