Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.26 Diog. Laert. 3.1.29 (English) >>Diog. Laert. 3.1.32

3.1.28

ἐν Δεξιδημίδῃ·

Πλάτων, ὡς οὐδὲν οἶσθα note πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

Κρατῖνος Ψευδυποβολιμαίῳ·

ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.

- κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδα <δʼ>, ὑπονοῶ δʼ ἔχειν.

Ἄλεξις Ὀλυμπιοδώρῳ·

σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δʼ ἀθάνατον ἐξῇξε note πρὸς τὸν ἀέρα.

- ταῦτʼ οὐ σχολὴ Πλάτωνος;

καὶ ἐν Παρασίτῳ·

μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

3.1.29

Ἀρίστιππος δʼ ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου - ἔνιοι καὶ Φαίδρου φασί - · δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα, καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς·

ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην

οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω. καὶ ἄλλο·

ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος,

νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

3.1.30

εἰς δὲ τὸν Δίωνα ὧδε·

δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ

Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις,

σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων

δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν.

κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,

ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.26 Diog. Laert. 3.1.29 (English) >>Diog. Laert. 3.1.32

Powered by PhiloLogic