Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.33 Diog. Laert. 3.1.36 (English) >>Diog. Laert. 3.1.39

3.1.35 λέγεται δʼ ὅτι καὶ Ἀντισθένης μέλλων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρεκάλεσεν αὐτὸν παρατυχεῖν. καὶ πυθομένου, τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ μὴ εἶναι ἀντιλέγειν· τοῦ δʼ εἰπόντος· πῶς οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεις; καὶ διδάσκοντος ὅτι περιτρέπεται, ἔγραψε διάλογον κατὰ Πλάτωνος Σάθωνα ἐπιγράψας· ἐξ οὗ διετέλουν ἀλλοτρίως ἔχοντες πρὸς ἀλλήλους. φασὶ δὲ καὶ Σωκράτην ἀκούσαντα τὸν Λύσιν ἀναγινώσκοντος Πλάτωνος Ἡράκλεις, εἰπεῖν, ὡς πολλά μου καταψεύδεθʼ νεανίσκος. οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτης γέγραφεν ἁνήρ.

3.1.36

Εἶχε δὲ φιλέχθρως Πλάτων καὶ πρὸς Ἀρίστιππον. ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλʼ ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. ὃν ἐλθόντα διʼ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συσταθῆναι. τούς τε λόγους οὓς Κρίτωνι περιτέθεικεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δʼ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν.

3.1.37

Ἑαυτοῦ τε Πλάτων οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων μνήμην πεποίηται ὅτι μὴ ἐν τῷ Περὶ ψυχῆς καὶ Ἀπολογίᾳ. φησὶ δʼ Ἀριστοτέλης τὴν τῶν λόγων ἰδέαν αὐτοῦ μεταξὺ ποιήματος εἶναι καὶ πεζοῦ λόγου. τοῦτον μόνον παραμεῖναι Πλάτωνι Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δʼ ἄλλους ἀναστῆναι πάντας. ἔνιοί τε φασὶν ὅτι Φίλιππος Ὀπούντιος τοὺς Νόμους αὐτοῦ μετέγραψεν ὄντας ἐν κηρῷ. τούτου δὲ καὶ τὴν Ἐπινομίδα φασὶν εἶναι. Εὐφορίων δὲ καὶ Παναίτιος εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας. ἣν Πολιτείαν Ἀριστόξενός φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.33 Diog. Laert. 3.1.36 (English) >>Diog. Laert. 3.1.39

Powered by PhiloLogic