Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.36 Diog. Laert. 3.1.39 (English) >>Diog. Laert. 3.1.42

3.1.38 λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον· καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.

γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι· τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, ἀλλὰ τό γʼ ἔθος, εἰπεῖν, οὐ μικρόν. ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο· ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται. εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα· αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι. 3.1.39 ἀλλὰ καὶ πρός τινα τῶν παίδων, μεμαστίγωσο ἄν, εἶπεν, εἰ μὴ ὠργιζόμην. ἐφʼ ἵππου καθίσας εὐθέως κατέβη φήσας εὐλαβεῖσθαι μὴ ἱπποτυφίᾳ ληφθῇ. τοῖς μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆς τοιαύτης ἀσχημοσύνης. πίνειν δʼ εἰς μέθην οὐδαμοῦ πρέπον ἔλεγε πλὴν ἐν ταῖς ἑορταῖς τοῦ καὶ τὸν οἶνον δόντος θεοῦ. καὶ τὸ πολλὰ δὲ καθεύδειν ἀπήρεσκεν αὐτῷ. ἐν γοῦν τοῖς Νόμοις φησί· κοιμώμενος οὐδεὶς οὐδενὸς ἄξιος· εἶναί τε ἥδιον τῶν ἀκουσμάτων τὴν ἀλήθειαν· οἱ δὲ τὸ λέγειν τἀληθῆ. καὶ περὶ ἀληθείας δʼ ἐν τοῖς Νόμοις φησὶν οὕτως· 3.1.40 καλὸν μὲν ἀλήθεια, ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον <εἶναι> πείθειν. ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἐν φίλοις ἐν βιβλίοις· ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί.

Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ. ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος. Μυρωνιανὸς δʼ ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.36 Diog. Laert. 3.1.39 (English) >>Diog. Laert. 3.1.42

Powered by PhiloLogic