Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.47 Diog. Laert. 3.1.50 (English) >>Diog. Laert. 3.1.53

3.1.49

Τοῦ δὴ <δια>λόγου τοῦ Πλατωνικοῦ δύʼ εἰσὶν ἀνωτάτω χαρακτῆρες, τε ὑφηγητικὸς καὶ ζητητικός. διαιρεῖται δὲ ὑφηγητικὸς εἰς ἄλλους δύο χαρακτῆρας, θεωρηματικόν τε καὶ πρακτικόν. καὶ τῶν μὲν θεωρηματικὸς εἰς τὸν φυσικὸν καὶ λογικόν, δὲ πρακτικὸς εἰς τὸν ἠθικὸν καὶ πολιτικόν. τοῦ δὲ ζητητικοῦ καὶ αὐτοῦ δύο εἰσὶν οἱ πρῶτοι χαρακτῆρες, τε γυμναστικὸς καὶ ἀγωνιστικός. καὶ τοῦ μὲν γυμναστικοῦ μαιευτικός τε καὶ πειραστικός, τοῦ δὲ ἀγωνιστικοῦ ἐνδεικτικὸς καὶ ἀνατρεπτικός.

3.1.50

Οὐ λανθάνει δʼ ἡμᾶς ὅτι τινὲς ἄλλως διαφέρειν τοὺς διαλόγους φασί - λέγουσι γὰρ αὐτῶν τοὺς μὲν δραματικούς, τοὺς δὲ διηγηματικούς, τοὺς δὲ μεικτούς - ἀλλʼ ἐκεῖνοι μὲν τραγικῶς μᾶλλον φιλοσόφως τὴν διαφορὰν τῶν διαλόγων προσωνόμασαν. εἰσὶ δὲ τοῦ μὲν φυσικοῦ οἷον Τίμαιος· τοῦ δὲ λογικοῦ τε Πολιτικὸς καὶ Κρατύλος καὶ Παρμενίδης καὶ Σοφιστής· τοῦ δʼ ἠθικοῦ τε Ἀπολογία καὶ Κρίτων καὶ Φαίδων καὶ Φαῖδρος καὶ τὸ Συμπόσιον Μενέξενός τε καὶ Κλειτοφῶν καὶ Ἐπιστολαὶ καὶ Φίληβος Ἵππαρχος Ἀντερασταί· τοῦ δὲ πολιτικοῦ τε Πολιτεία 3.1.51 καὶ οἱ Νόμοι καὶ Μίνως καὶ Ἐπινομὶς καὶ Ἀτλαντικός· τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι Θεάγης Λύσις Λάχης· τοῦ δὲ πειραστικοῦ Εὐθύφρων Μένων Ἴων Χαρμίδης Θεαίτητος· τοῦ δὲ ἐνδεικτικοῦ ὡς Πρωταγόρας· καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος Γοργίας Ἱππίαι δύο. καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες αὐτοῦ διαφοραί, <τοσαῦτα> ἀπόχρη λέγειν.

Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ μέν φασιν αὐτὸν δογματίζειν, οἱ δʼ οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. αὐτὸ τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ δόξα αὐτή.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.47 Diog. Laert. 3.1.50 (English) >>Diog. Laert. 3.1.53

Powered by PhiloLogic