Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.51 Diog. Laert. 3.1.54 (English) >>Diog. Laert. 3.1.56

3.1.53

Ποιούμενος δὲ τὰς ἀποδείξεις πλείστῳ χρῆται τῷ τῆς ἐπαγωγῆς τρόπῳ, οὐ μὴν μονοτρόπῳ, ἀλλὰ διχῇ. ἔστι μὲν γὰρ ἐπαγωγὴ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον ἑαυτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. δύο δὲ τῆς ἐπαγωγῆς εἰσι τρόποι, τε κατʼ ἐναντίωσιν καὶ ἐκ τῆς ἀκολουθίας. μὲν οὖν κατʼ ἐναντίωσίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ note πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον, οἷον· ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν αὐτός. εἰ μὲν οὖν ἕτερός ἐστι τοῦ ἐμοῦ πατρὸς σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ αὐτός ἐστι τῷ ἐμῷ πατρί, αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ἐμὸς ἂν εἴη πατήρ. 3.1.54 καὶ πάλιν· εἰ μή ἐστι ζῷον ἄνθρωπος, λίθος ἂν εἴη ξύλον. οὐκ ἔστι δὲ λίθος ξύλον· ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται· ζῷον ἄρα ἐστίν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ κύων καὶ βοῦς, εἴη ἂν καὶ ἄνθρωπος ζῷον <ὢν> καὶ κύων καὶ βοῦς. οὗτος μὲν τῆς ἐπαγωγῆς κατʼ ἐναντίωσιν καὶ μάχην τρόπος, ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, δὲ <διὰ> τοῦ καθόλου διὰ τοῦ ἐπὶ μέρους. καὶ ἔστιν μὲν πρότερος ῥητορικός, δὲ δεύτερος διαλεκτικός. οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατʼ ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.51 Diog. Laert. 3.1.54 (English) >>Diog. Laert. 3.1.56

Powered by PhiloLogic