Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.53 Diog. Laert. 3.1.55 (English) >>Diog. Laert. 3.1.57

3.1.54 καὶ πάλιν· εἰ μή ἐστι ζῷον ἄνθρωπος, λίθος ἂν εἴη ξύλον. οὐκ ἔστι δὲ λίθος ξύλον· ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται· ζῷον ἄρα ἐστίν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ κύων καὶ βοῦς, εἴη ἂν καὶ ἄνθρωπος ζῷον <ὢν> καὶ κύων καὶ βοῦς. οὗτος μὲν τῆς ἐπαγωγῆς κατʼ ἐναντίωσιν καὶ μάχην τρόπος, ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, δὲ <διὰ> τοῦ καθόλου διὰ τοῦ ἐπὶ μέρους. καὶ ἔστιν μὲν πρότερος ῥητορικός, δὲ δεύτερος διαλεκτικός. οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατʼ ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον. 3.1.55 ῥητορικὸς δʼ ἐστὶν τρόπος τῆς ἐπαγωγῆς οὗτος, ἐπειδὴ καὶ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου, ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. δὲ ἕτερός ἐστι διαλεκτικός, προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους. οἷον ζητεῖται, εἰ ψυχὴ ἀθάνατος καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυται ἐν τῷ Περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους· οἷον ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. τούτῳ δὲ ἐχρῆτο εἰς τὴν τῶν ἑαυτῷ δοκούντων κατασκευήν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.53 Diog. Laert. 3.1.55 (English) >>Diog. Laert. 3.1.57

Powered by PhiloLogic