Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.56 Diog. Laert. 3.1.58 (English) >>Diog. Laert. 3.1.61

3.1.57

Εἰσὶ τοίνυν, φησίν, οἱ πάντες αὐτῷ γνήσιοι διάλογοι ἓξ καὶ πεντήκοντα, τῆς μὲν Πολιτείας εἰς δέκα διαιρουμένης -ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρῳ -τῶν δὲ Νόμων εἰς δυοκαίδεκα. τετραλογίαι δὲ ἐννέα, ἑνὸς βιβλίου χώραν ἐπεχούσης τῆς Πολιτείας καὶ ἑνὸς τῶν Νόμων. πρώτην μὲν οὖν τετραλογίαν τίθησι τὴν κοινὴν ὑπόθεσιν ἔχουσαν· παραδεῖξαι γὰρ βούλεται ὁποῖος ἂν εἴη τοῦ φιλοσόφου βίος. διπλαῖς τε χρῆται ταῖς ἐπιγραφαῖς καθʼ ἑκάστου τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. 3.1.58 ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων περὶ ὁσίου· διάλογος δʼ ἐστὶ πειραστικός· δεύτερος Ἀπολογία Σωκράτους, ἠθικός· τρίτος Κρίτων περὶ πρακτέου, ἠθικός· τέταρτος Φαίδων περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος περὶ ἐπιστήμης, πειραστικός· Σοφιστὴς περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς περὶ βασιλείας, λογικός. τῆς τρίτης ἡγεῖται Παρμενίδης περὶ ἰδεῶν, λογικός· Φίληβος περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος περὶ ἔρωτος, ἠθικός.

3.1.59

Τῆς τετάρτης ἡγεῖται Ἀλκιβιάδης περὶ ἀνθρώπου φύσεως, μαιευτικός· Ἀλκιβιάδης δεύτερος περὶ εὐχῆς, μαιευτικός· Ἵππαρχος φιλοκερδής, ἠθικός· Ἀντερασταὶ περὶ φιλοσοφίας, ἠθικός. τῆς πέμπτης ἡγεῖται Θεάγης περὶ φιλοσοφίας, μαιευτικός· Χαρμίδης περὶ σωφροσύνης, πειραστικός· Λάχης περὶ ἀνδρείας, μαιευτικός· Λύσις περὶ φιλίας, μαιευτικός. τῆς ἕκτης ἡγεῖται Εὐθύδημος ἐριστικός, ἀνατρεπτικός· Πρωταγόρας σοφισταί, ἐνδεικτικός· Γοργίας περὶ ῥητορικῆς, ἀνατρεπτικός· Μένων περὶ ἀρετῆς, πειραστικός.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.56 Diog. Laert. 3.1.58 (English) >>Diog. Laert. 3.1.61

Powered by PhiloLogic