Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.57 Diog. Laert. 3.1.59 (English) >>Diog. Laert. 3.1.62

3.1.58 ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων περὶ ὁσίου· διάλογος δʼ ἐστὶ πειραστικός· δεύτερος Ἀπολογία Σωκράτους, ἠθικός· τρίτος Κρίτων περὶ πρακτέου, ἠθικός· τέταρτος Φαίδων περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος περὶ ἐπιστήμης, πειραστικός· Σοφιστὴς περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς περὶ βασιλείας, λογικός. τῆς τρίτης ἡγεῖται Παρμενίδης περὶ ἰδεῶν, λογικός· Φίληβος περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος περὶ ἔρωτος, ἠθικός.

3.1.59

Τῆς τετάρτης ἡγεῖται Ἀλκιβιάδης περὶ ἀνθρώπου φύσεως, μαιευτικός· Ἀλκιβιάδης δεύτερος περὶ εὐχῆς, μαιευτικός· Ἵππαρχος φιλοκερδής, ἠθικός· Ἀντερασταὶ περὶ φιλοσοφίας, ἠθικός. τῆς πέμπτης ἡγεῖται Θεάγης περὶ φιλοσοφίας, μαιευτικός· Χαρμίδης περὶ σωφροσύνης, πειραστικός· Λάχης περὶ ἀνδρείας, μαιευτικός· Λύσις περὶ φιλίας, μαιευτικός. τῆς ἕκτης ἡγεῖται Εὐθύδημος ἐριστικός, ἀνατρεπτικός· Πρωταγόρας σοφισταί, ἐνδεικτικός· Γοργίας περὶ ῥητορικῆς, ἀνατρεπτικός· Μένων περὶ ἀρετῆς, πειραστικός. 3.1.60 τῆς ἑβδόμης ἡγοῦνται Ἱππίαι δύο -αʹ περὶ τοῦ καλοῦ, βʹ περὶ τοῦ ψεύδους -ἀνατρεπτικοί· Ἴων περὶ Ἰλιάδος, πειραστικός· Μενέξενος ἐπιτάφιος, ἠθικός. τῆς ὀγδόης ἡγεῖται Κλειτοφῶν προτρεπτικός, ἠθικός· Πολιτεία περὶ δικαίου, πολιτικός· Τίμαιος περὶ φύσεως, φυσικός· Κριτίας Ἀτλαντικός, ἠθικός. τῆς ἐνάτης ἡγεῖται Μίνως περὶ νόμου, πολιτικός· Νόμοι περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς νυκτερινὸς σύλλογος φιλόσοφος, πολιτικός·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.57 Diog. Laert. 3.1.59 (English) >>Diog. Laert. 3.1.62

Powered by PhiloLogic