Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.58 Diog. Laert. 3.1.61 (English) >>Diog. Laert. 3.1.64

3.1.60 τῆς ἑβδόμης ἡγοῦνται Ἱππίαι δύο -αʹ περὶ τοῦ καλοῦ, βʹ περὶ τοῦ ψεύδους -ἀνατρεπτικοί· Ἴων περὶ Ἰλιάδος, πειραστικός· Μενέξενος ἐπιτάφιος, ἠθικός. τῆς ὀγδόης ἡγεῖται Κλειτοφῶν προτρεπτικός, ἠθικός· Πολιτεία περὶ δικαίου, πολιτικός· Τίμαιος περὶ φύσεως, φυσικός· Κριτίας Ἀτλαντικός, ἠθικός. τῆς ἐνάτης ἡγεῖται Μίνως περὶ νόμου, πολιτικός· Νόμοι περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς νυκτερινὸς σύλλογος φιλόσοφος, πολιτικός· 3.1.61 Ἐπιστολαὶ τρεισκαίδεκα, ἠθικαί -ἐν αἷς ἔγραφεν εὖ πράττειν, Ἐπίκουρος δὲ εὖ διάγειν, Κλέων χαίρειν -πρὸς Ἀριστόδημον μία, πρὸς Ἀρχύταν δύο, πρὸς Διονύσιον τέτταρες, πρὸς Ἑρμίαν καὶ Ἔραστον καὶ Κορίσκον μία, πρὸς Λεωδάμαντα μία, πρὸς Δίωνα μία, πρὸς Περδίκκαν μία, πρὸς τοὺς Δίωνος οἰκείους δύο. καὶ οὗτος μὲν οὕτω διαιρεῖ καί τινες.

Ἔνιοι δέ, ὧν ἐστι καὶ Ἀριστοφάνης γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους, καὶ 3.1.62 πρώτην μὲν τιθέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας· δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος· τρίτην Νόμοι Μίνως Ἐπινομίς· τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία· πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί. τὰ δʼ ἄλλα καθʼ ἓν καὶ ἀτάκτως. ἄρχονται δὲ οἱ μέν, ὡς προείρηται, ἀπὸ τῆς Πολιτείας· οἱ δʼ ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος· οἱ δʼ ἀπὸ Θεάγους· ἔνιοι δὲ Εὐθύφρονος· ἄλλοι Κλειτοφῶντος· τινὲς Τιμαίου· οἱ δʼ ἀπὸ Φαίδρου· ἕτεροι Θεαιτήτου· πολλοὶ δὲ <ἀπʼ> Ἀπολογίας τὴν ἀρχὴν ποιοῦνται. νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως Μίδων Ἱπποτρόφος, Ἐρυξίας Ἐρασίστρατος, Ἀλκύων, Ἀκέφαλοι Σίσυφος, Ἀξίοχος, Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης· ὧν Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.58 Diog. Laert. 3.1.61 (English) >>Diog. Laert. 3.1.64

Powered by PhiloLogic