Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.62 Diog. Laert. 3.1.65 (English) >>Diog. Laert. 3.1.68

3.1.64

χρῆται δὲ Πλάτων ἐνίοτε αὐτῷ καὶ ἐπὶ τοῦ κακοῦ· ἔστι δʼ ὅτε καὶ ἐπὶ τοῦ μικροῦ. πολλάκις δὲ καὶ διαφέρουσιν ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν ἰδέαν καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. χρῆται δὲ καὶ ταῖς ἐναντίαις φωναῖς ἐπὶ τοῦ αὐτοῦ. τὸ γοῦν αἰσθητὸν καὶ ὂν καλεῖ καὶ μὴ ὄν· ὂν μὲν διὰ τὸ γένεσιν αὐτοῦ εἶναι, μὴ ὂν δὲ διὰ τὴν συνεχῆ μεταβολήν. καὶ τὴν ἰδέαν οὔτε κινούμενον οὔτε μένον· καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. τὸ δʼ αὐτὸ καὶ ἐπὶ πλειόνων εἴθισται ποιεῖν.

3.1.65

Ἔστι δὲ ἐξήγησις αὐτοῦ τῶν λόγων τριπλῆ· πρῶτον μὲν γὰρ ἐκδιδάξαι χρὴ τι ἐστὶν ἕκαστον τῶν λεγομένων· ἔπειτα, τίνος εἵνεκα λέλεκται, πότερα κατὰ προηγούμενον ἐν εἰκόνος μέρει, καὶ <εἰ> εἰς δογμάτων κατασκευὴν εἰς ἔλεγχον τοῦ προσδιαλεγομένου· τὸ δὲ τρίτον, εἰ ὀρθῶς λέλεκται.

Ἐπεὶ δὲ καὶ σημεῖά τινα τοῖς βιβλίοις αὐτοῦ παρατίθενται, φέρε καὶ περὶ τούτων τι εἴπωμεν. Χῖ λαμβάνεται πρὸς τὰς λέξεις καὶ τὰ σχήματα καὶ ὅλως τὴν Πλατωνικὴν συνήθειαν· διπλῆ πρὸς τὰ δόγματα καὶ τὰ ἀρέσκοντα Πλάτωνι· 3.1.66 Χῖ περιεστιγμένον πρὸς τὰς ἐκλογὰς καὶ καλλιγραφίας· διπλῆ περιεστιγμένη πρὸς τὰς ἐνίων διορθώσεις· ὀβελὸς περιεστιγμένος πρὸς τὰς εἰκαίους ἀθετήσεις· ἀντίσιγμα περιεστιγμένον πρὸς τὰς διττὰς χρήσεις καὶ μεταθέσεις τῶν γραφῶν· κεραύνιον πρὸς τὴν ἀγωγὴν τῆς φιλοσοφίας· ἀστερίσκος πρὸς τὴν συμφωνίαν τῶν δογμάτων· ὀβελὸς πρὸς τὴν ἀθέτησιν. τὰ μὲν σημεῖα ταῦτα καὶ τὰ βιβλία τοσαῦτα· ἅπερ Ἀντίγονός φησιν Καρύστιος ἐν τῷ Περὶ Ζήνωνος νεωστὶ ἐκδοθέντα εἴ τις ἤθελε διαναγνῶναι, μισθὸν ἐτέλει τοῖς κεκτημένοις.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.62 Diog. Laert. 3.1.65 (English) >>Diog. Laert. 3.1.68

Powered by PhiloLogic