Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.65 Diog. Laert. 3.1.68 (English) >>Diog. Laert. 3.1.71

3.1.67

Τὰ δὲ ἀρέσκοντα αὐτῷ ταῦτα ἦν. ἀθάνατον ἔλεγε τὴν ψυχὴν καὶ πολλὰ μεταμφιεννυμένην σώματα, ἀρχήν τε ἔχειν ἀριθμητικήν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐτὴν ἰδέαν τοῦ πάντῃ διεστῶτος πνεύματος. αὐτοκίνητόν τε εἶναι καὶ τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς λογιστικὸν μέρος περὶ τῇ κεφαλῇ καθιδρῦσθαι, τὸ δὲ θυμοειδὲς περὶ τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἧπαρ συνίστασθαι.

3.1.68

Περιέχειν δὲ ἐκ τοῦ μέσου διὰ παντὸς κύκλῳ τὸ σῶμα καὶ συνεστάναι ἐκ τῶν στοιχείων. διαιρεθεῖσάν τε κατὰ ἁρμονικὰ διαστήματα δύο κύκλους ποιεῖν συνημμένους, ὧν τὸν ἐντὸς κύκλον ἑξαχῇ τμηθέντα τοὺς ἅπαντας ἑπτὰ κύκλους ποιεῖν. καὶ τοῦτον μὲν κατὰ διάμετρον κ<ιν>εῖσθαι ἐπʼ ἀριστερὰ ἔσωθεν, τὸν δὲ κατὰ πλευρὰν ἐπὶ τὰ δεξιά. διὸ καὶ κρατεῖν αὐτὸν ἕνα ὄντα· τὸν γὰρ ἕτερον ἔσωθεν διῃρῆσθαι. καὶ τὸν μὲν εἶναι ταὐτοῦ, τοὺς δὲ θατέρου, λέγων τὴν τῆς ψυχῆς κίνησιν εἶναι τὴν δὲ τοῦ ὅλου καὶ τὰς τῶν πλανωμένων φοράς.

3.1.69

Οὕτω δʼ ἐχούσης τῆς ἐκ μέσου τομῆς αὐτῇ προσαρμοζομένης πρὸς τὰ ἔσχατα γινώσκειν τε τὰ ὄντα καὶ ἐναρμόζειν διὰ τὸ ἔχειν ἐν αὑτῇ τὰ στοιχεῖα κατὰ ἁρμονίαν. καὶ γίνεσθαι δόξαν μὲν κατὰ τὸν θατέρου κύκλον ὀρθούμενον, ἐπιστήμην δὲ κατὰ τὸν ταὐτοῦ. δύο δὲ τῶν πάντων ἀπέφηνεν ἀρχάς, θεὸν καὶ ὕλην, ὃν καὶ νοῦν προσαγορεύει καὶ αἴτιον. εἶναι δὲ τὴν ὕλην ἀσχημάτιστον καὶ ἄπειρον, ἐξ ἧς γίνεσθαι τὰ συγκρίματα. ἀτάκτως δέ ποτε αὐτὴν κινουμένην ὑπὸ τοῦ θεοῦ φησιν εἰς ἕνα συναχθῆναι τόπον τάξιν ἀταξίας κρείττονα ἡγησαμένου.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.65 Diog. Laert. 3.1.68 (English) >>Diog. Laert. 3.1.71

Powered by PhiloLogic