Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.69 Diog. Laert. 3.1.72 (English) >>Diog. Laert. 3.1.74

3.1.71

Οὐ διακεκρίσθαι δʼ εἰς τοὺς οἰκείους τόπους ἕκαστον, ὅτι περιφορὰ σφίγγουσα καὶ πρὸς τὸν μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν.

Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος· ἔμψυχόν τε εἶναι διὰ τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. ἕνα τε αὐτὸν καὶ οὐκ ἄπειρον κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφʼ οὗ αὐτὸν ἐδημιούργησε· σφαιροειδῆ δὲ διὰ τὸ καὶ τὸν γεννήσαντα τοιοῦτον ἔχειν σχῆμα. 3.1.72 ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων. λεῖον δὲ καὶ οὐδὲν ὄργανον ἔχοντα κύκλῳ διὰ τὸ μηδεμίαν εἶναι χρῆσιν αὐτῶν. ἀλλὰ μὴν καὶ ἄφθαρτον διαμένειν τὸν κόσμον διὰ τὸ μὴ διαλύεσθαι εἰς note τὸν θεόν. καὶ τῆς μὲν ὅλης γενέσεως αἴτιον εἶναι τὸν θεόν, ὅτι πέφυκεν ἀγαθοποιὸν εἶναι τὸ ἀγαθόν. τοῦ δὲ οὐρανοῦ τῆς γενέσεως τὸαἴτιον· τοῦ γὰρ καλλίστου τῶν γεννητῶν τὸ ἄριστον εἶναι τῶν νοητῶν αἴτιον. ὥστε ἐπεὶ τοιοῦτος θεός, ὅμοιος δὲ τῷ ἀρίστῳ οὐρανὸς κάλλιστός γε ὤν, οὐθενὶ ἂν ὅμοιος εἴη τῶν γεννητῶν ἀλλʼ τῷ θεῷ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.69 Diog. Laert. 3.1.72 (English) >>Diog. Laert. 3.1.74

Powered by PhiloLogic