Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.70 Diog. Laert. 3.1.73 (English) >>Diog. Laert. 3.1.75

3.1.72 ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων. λεῖον δὲ καὶ οὐδὲν ὄργανον ἔχοντα κύκλῳ διὰ τὸ μηδεμίαν εἶναι χρῆσιν αὐτῶν. ἀλλὰ μὴν καὶ ἄφθαρτον διαμένειν τὸν κόσμον διὰ τὸ μὴ διαλύεσθαι εἰς note τὸν θεόν. καὶ τῆς μὲν ὅλης γενέσεως αἴτιον εἶναι τὸν θεόν, ὅτι πέφυκεν ἀγαθοποιὸν εἶναι τὸ ἀγαθόν. τοῦ δὲ οὐρανοῦ τῆς γενέσεως τὸαἴτιον· τοῦ γὰρ καλλίστου τῶν γεννητῶν τὸ ἄριστον εἶναι τῶν νοητῶν αἴτιον. ὥστε ἐπεὶ τοιοῦτος θεός, ὅμοιος δὲ τῷ ἀρίστῳ οὐρανὸς κάλλιστός γε ὤν, οὐθενὶ ἂν ὅμοιος εἴη τῶν γεννητῶν ἀλλʼ τῷ θεῷ.

3.1.73

Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς · ἐκ γῆς δέ, ὅπως στερεός· ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος -αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν -ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος .

Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀϊδίου. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι· καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον· ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.70 Diog. Laert. 3.1.73 (English) >>Diog. Laert. 3.1.75

Powered by PhiloLogic