Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.71 Diog. Laert. 3.1.74 (English) >>Diog. Laert. 3.1.76

3.1.73

Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς · ἐκ γῆς δέ, ὅπως στερεός· ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος -αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν -ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος .

Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀϊδίου. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι· καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον· ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.

3.1.74

Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ πλανώμενα γενέσθαι. ὅπως δὲ διάδηλος τῶν ὡρῶν ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας. ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ δεδέσθαι. ἵνα δὲ κόσμος τελειωθῇ γενόμενος ὁμοίως τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. ἐπεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους· εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.71 Diog. Laert. 3.1.74 (English) >>Diog. Laert. 3.1.76

Powered by PhiloLogic