Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.73 Diog. Laert. 3.1.75 (English) >>Diog. Laert. 3.1.78

3.1.74

Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ πλανώμενα γενέσθαι. ὅπως δὲ διάδηλος τῶν ὡρῶν ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας. ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ δεδέσθαι. ἵνα δὲ κόσμος τελειωθῇ γενόμενος ὁμοίως τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. ἐπεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους· εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν. 3.1.75 γῆν δὲ πρεσβυτάτην μὲν εἶναι τῶν ἐν τῷ οὐρανῷ θεῶν· γενέσθαι δὲ ὡς δημιούργημα νύκτα καὶ ἡμέραν ποιεῖν· οὖσαν δʼ ἐπὶ τοῦ μέσου κινεῖσθαι περὶ τὸ μέσον. ἐπεὶ δʼ αἰτίαι εἰσὶ δύο, τὰ μὲν διὰ νοῦ εἶναι, τὰ δʼ ἐξ ἀναγκαίας αἰτίας, φησί, λεκτέον. ταῦτα δʼ ἐστὶν ἀήρ, πῦρ, γῆ, ὕδωρ -καὶ οὐκ ὄντα μὲν στοιχεῖα κατὰ ἀκρίβειαν, ἀλλὰ δεκτικά. ταῦτα δʼ ἐκ τῶν τριγώνων εἶναι συντιθεμένων καὶ διαλύεσθαι εἰς ταῦτα· στοιχεῖα δʼ αὐτῶν εἶναι τό τε πρόμηκες τρίγωνον καὶ τὸ ἰσοσκελές.

3.1.76

Ἀρχὰς μὲν οὖν εἶναι καὶ αἴτια τὰ λεχθέντα δύο ὧν μὲν παράδειγμα τὸν θεὸν καὶ τὴν ὕλην· ὅπερ ἀνάγκη ἄμορφον εἶναι ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων δεκτικῶν. αἴτιον δὲ τούτων ἐξ ἀνάγκης εἶναι· δεχόμενον γάρ πως τὰς ἰδέας γεννᾶν τὰς οὐσίας, καὶ διʼ ἀνομοιότητα δυνάμεως κινεῖσθαι καὶ κινούμενον τὰ γινόμενα ἐξ αὐτῆς ἀντικινεῖν. ταῦτα δὲ πρὶν μὲν ἀλόγως κινεῖσθαι καὶ ἀτάκτως, ἐπεὶ δὲ ἤρξαντο συνιστάναι τὸν κόσμον, ἐκ τῶν ἐνδεχομένων ὑπὸ τοῦ θεοῦ συμμέτρως καὶ τεταγμένως γενέσθαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.73 Diog. Laert. 3.1.75 (English) >>Diog. Laert. 3.1.78

Powered by PhiloLogic