Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.80 Diog. Laert. 3.1.83 (English) >>Diog. Laert. 3.1.85

3.1.82

Τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους διʼ ἑαυτοῦ αἱρεῖται. ἀριστοκρατία δέ ἐστιν, ἐν μήθʼ οἱ πλούσιοι μήθʼ οἱ πένητες μήθʼ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλʼ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτων. τῆς δὲ βασιλείας μὲν κατὰ νόμον, δὲ κατὰ γένος ἐστίν. μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν. 3.1.83 δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν παρακρουσθέντες βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας μέν ἐστι δημοκρατία, δὲ ἀριστοκρατία, δὲ ὀλιγαρχία, δὲ βασιλεία, δὲ τυραννίς.

Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, δὲ περὶ ἀνθρώπους, δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης μὲν πρὸς θεούς ἐστιν, δὲ πρὸς ἀνθρώπους, δὲ περὶ τοὺς ἀποιχομένους.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.80 Diog. Laert. 3.1.83 (English) >>Diog. Laert. 3.1.85

Powered by PhiloLogic