Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.95 Diog. Laert. 3.1.98 (English) >>Diog. Laert. 3.1.100

3.1.97 κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.

δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν δυνάμεθα τῇ διανοίᾳ, λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως μέν ἐστιν ἐν διανοίᾳ, δʼ ἐν τῷ σώματι, δʼ ἐν στρατοπέδῳ καὶ χρήμασιν, δʼ ἐν τῷ ποιεῖν καὶ πάσχειν.

3.1.98

Τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν οἷς τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν. ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς παντὶ τῷ ἀτυχοῦντι. ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.

εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 3.1.95 Diog. Laert. 3.1.98 (English) >>Diog. Laert. 3.1.100

Powered by PhiloLogic