4.3.16
Πολέμων Φιλοστράτου μὲν ἦν υἱός, Ἀθηναῖος τῶν δήμων Οἴηθεν. νέος δʼ ὢν ἀκόλαστός τε καὶ διακεχυμένος ἦν οὕτως, ὥστε καὶ περιφέρειν ἀργύριον πρὸς τὰς ἑτοίμους λύσεις τῶν ἐπιθυμιῶν· ἀλλὰ καὶ ἐν τοῖς στενωποῖς διέκρυπτεν. καὶ ἐν Ἀκαδημείᾳ πρὸς κίονί τινι τριώβολον εὑρέθη προσπεπλασμένον αὐτοῦ διὰ τὴν ὁμοίαν τῇ προειρημένῃ πρόφασιν. καί ποτε συνθέμενος τοῖς νέοις μεθύων καὶ ἐστεφανωμένος εἰς τὴν Ξενοκράτους ᾖξε σχολήν· ὁ δὲ οὐδὲν διατραπεὶς εἶρε τὸν λόγον ὁμοίως· ἦν δὲ περὶ σωφροσύνης. ἀκοῦον δὴ τὸ μειράκιον κατʼ ὀλίγον ἐθηράθη καὶ οὕτως ἐγένετο φιλόπονος ὡς ὑπερβάλλεσθαι τοὺς ἄλλους καὶ αὐτὸς διαδέξασθαι τὴν σχολήν, ἀρξάμενος ἀπὸ τῆς ἕκτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος.
4.3.17
Φησὶ δὲ Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς Βίοις τὸν πατέρα αὐτοῦ πρῶτόν τε εἶναι τῶν πολιτῶν καὶ ἁρματοτροφῆσαι. φυγεῖν δὲ τὸν Πολέμωνα καὶ δίκην κακώσεως ὑπὸ τῆς γυναικός, ὡς μειρακίοις συνόντα. τοσοῦτον δὲ ἐπιτεῖναι τὸ ἦθος ἀρξάμενον φιλοσοφεῖν, ὥστʼ ἐπὶ ταὐτοῦ σχήματος τῆς μορφῆς πάντοτε μένειν. ἀλλὰ καὶ τὴν φωνὴν ἀναλλοίωτος ἦν· διὸ καὶ θηραθῆναι Κράντορα ὑπʼ αὐτοῦ. κυνὸς γοῦν λυττῶντος καὶ τὴν ἰγνύαν διασπάσαντος μόνον μὴ ὠχριᾶσαι· καὶ ταραχῆς γενομένης ἐπὶ τῆς πόλεως πυθομένων τὸ γεγονὸς ἄτρεπτον μεῖναι. ἔν τε τοῖς θεάτροις ἀσυμπαθέστατος ἦν.