4.6.31
τηλοῦ μὲν Φρυγίη, τηλοῦ δʼ ἱερὴ Θυάτειρα· ὦ Μηνόδωρε, σὴ πατρίς, Καδανάδη.
ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα, ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.
σῆμα δέ τοι τόδʼ ἔρεξεν ἀριφραδὲς Εὔγαμος, ᾧ σὺ πολλῶν πενεστέων ἦσθα προσφιλέστατος.
Ἀπεδέχετο δὲ πάντων μᾶλλον Ὅμηρον, οὗ καὶ εἰς ὕπνον ἰὼν πάντως τι ἀνεγίνωσκεν, ἀλλὰ καὶ ὄρθρου λέγων ἐπὶ τὸν ἐρώμενον ἀπιέναι ὁπότε βούλοιτο ἀναγνῶναι. τόν τε Πίνδαρον ἔφασκε δεινὸν εἶναι φωνῆς ἐμπλῆσαι καὶ ὀνομάτων καὶ ῥημάτων εὐπορίαν παρασχεῖν. Ἴωνα δὲ καὶ ἐχαρακτήριζε νέος ὤν.
4.6.32
Διήκουσε δὲ καὶ Ἱππονίκου τοῦ γεωμέτρου· ὃν καὶ ἔσκωψε τὰ μὲν ἄλλα νωθρὸν ὄντα καὶ χασμώδη, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένον, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. τοῦτον καὶ παρακόψαντα ἀναλαβὼν οἴκοι ἐς τοσοῦτον ἐθεράπευσεν, ἐς ὅσον ἀποκαταστῆσαι. Κράτητος δὲ ἐκλιπόντος κατέσχε τὴν σχολήν, ἐκχωρήσαντος αὐτῷ Σωκρατίδου τινός. διὰ δὲ τὸ περὶ πάντων ἐπέχειν οὐδὲ βιβλίον, φασί τινες, συνέγραψεν· οἱ δέ, ὅτι ἐφωράθη <Κράντορος> τινὰ διορθῶν, ἅ φασιν οἱ μὲν ἐκδοῦναι, οἱ δὲ κατακαῦσαι. ἐῴκει δὴ θαυμάζειν καὶ τὸν Πλάτωνα καὶ τὰ βιβλία ἐκέκτητο αὐτοῦ.
4.6.33 ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπʼ αὐτοῦ ὑπʼ Ἀρίστωνος·
πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. καὶ ὁ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως·
τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.
καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα·
νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.
Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής·