Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.31 Diog. Laert. 4.6.34 (English) >>Diog. Laert. 4.6.36

4.6.33 ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπʼ αὐτοῦ ὑπʼ Ἀρίστωνος·

πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. καὶ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως·

τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται Πύρρωνα τὸ πᾶν κρέας Διόδωρον.

καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα·

νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.

Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής· 4.6.34 διὸ καὶ πάλιν Τίμων οὑτωσὶ περὶ αὐτοῦ·

καὶ νόον αἱμυλίοις note ἐπιπλήξεσιν ἐγκαταμιγνύς.

ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγάλῳ; πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ <> σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδʼ ἐὰν οὕτω καλὸς τις ὥσπερ σὺ οὐδʼ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.31 Diog. Laert. 4.6.34 (English) >>Diog. Laert. 4.6.36

Powered by PhiloLogic