Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.40 Diog. Laert. 4.6.42 (English) >>Diog. Laert. 4.6.44

4.6.41 καὶ γὰρ δὴ καὶ Δημητρίου τοῦ πλεύσαντος εἰς Κυρήνην ἐπὶ πλέον ἐρασθῆναι λέγεται, καὶ Κλεοχάρους τοῦ Μυρλεανοῦ· ἐφʼ καὶ πρὸς τοὺς κωμάσαντας εἰπεῖν αὐτὸς μὲν θέλειν ἀνοῖξαι, ἐκεῖνον δὲ διακωλύειν. τούτου δὲ ἤρων καὶ Δημοχάρης Λάχητος καὶ Πυθοκλῆς τοῦ Βουγέλου· οὓς καταλαβὼν ὑπʼ ἀνεξικακίας παραχωρεῖν ἔφη. διὰ ταῦτα δὴ οὖν ἔδακνόν τε αὐτὸν οἱ προειρημένοι καὶ ἐπέσκωπτον ὡς φίλοχλον καὶ φιλόδοξον· μάλιστα δὲ ἐπετίθεντο αὐτῷ οἱ περὶ Ἱερώνυμον τὸν Περιπατητικόν, ὁπότε συνάγοι τοὺς φίλους εἰς τὴν Ἁλκυονέως τοῦ Ἀντιγόνου υἱοῦ ἡμέραν, εἰς ἣν ἱκανὰ χρήματα ἀπέστελλεν Ἀντίγονος πρὸς ἀπόλαυσιν. 4.6.42 ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, ἀλλʼ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι. εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τʼ ἄλλα φησίν, ἀτὰρ δὴ καὶ τοῦτον τὸν τρόπον·

ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς;

Οὐ μὴν ἀλλʼ οὕτως ἄτυφος ἦν ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ, ἀλλʼ Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.40 Diog. Laert. 4.6.42 (English) >>Diog. Laert. 4.6.44

Powered by PhiloLogic