Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.40 Diog. Laert. 4.6.43 (English) >>Diog. Laert. 4.6.45

4.6.42 ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, ἀλλʼ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι. εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τʼ ἄλλα φησίν, ἀτὰρ δὴ καὶ τοῦτον τὸν τρόπον·

ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς;

Οὐ μὴν ἀλλʼ οὕτως ἄτυφος ἦν ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ, ἀλλʼ Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.

4.6.43

Χάριεν δʼ αὐτοῦ φέρεται κἀκεῖνο· πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται.

Λοιπὸν δὲ πρὸς τῷ τέλει γενόμενος ἅπαντα καταλέλοιπε Πυλάδῃ τἀδελφῷ τὰ αὑτοῦ, ἀνθʼ ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιιὼν δὲ οὔτε γύναιον ἐπηγάγετο οὔτʼ ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δʼ Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι· πρὸς ὃν καὶ γράφει ταυτί·

Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.6.40 Diog. Laert. 4.6.43 (English) >>Diog. Laert. 4.6.45

Powered by PhiloLogic