Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρὸς σέ διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵνʼ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σὲ ἠδικηκὼς ἀπίω τὸν εἰς ἔμʼ ἐκτενῶς οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δʼ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθεμαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ κατʼ ἐμὲ εὐσχημόνως ᾖ μοι διῳκημένα. κεῖνται δὲ Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρετρίᾳ παρʼ Ἀμφικρίτῳ.
Ἐτελεύτησε δέ, ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόψας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομηκοστόν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν·
Ἀρκεσίλαε, τί μοι τόσον οἶνον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
οἰκτείρω σʼ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.
Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι· ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός· εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί·
Ἀρτέμιδος τόδʼ ἄγαλμα, διηκόσιαι δʼ ἄρʼ ὁ μισθὸς δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος.
ἀσκητὸς δʼ ἐποίησεν Ἀθηναίης παλάμῃσιν ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.
Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.