Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.46 Diog. Laert. 4.7.47 (English) >>Diog. Laert. 4.7.49

4.7.46

Βίων τὸ μὲν γένος ἦν Βορυσθενίτης, ὧντινων δὲ γονέων καὶ ἀφʼ οἵων πραγμάτων ἧξεν ἐπὶ φιλοσοφίαν, αὐτὸς Ἀντιγόνῳ διασαφεῖ. ἐρομένου γὰρ αὐτὸν

τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; αἰσθόμενος ὅτι προδιαβέβληται, φησὶ πρὸς αὐτόν· ἐμοὶ πατὴρ μὲν ἦν ἀπελεύθερος, τῷ ἀγκῶνι ἀπομυσσόμενος - διεδήλου δὲ τὸν ταριχέμπορον-γένος Βορυσθενίτης, ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον· μήτηρ δὲ οἵαν τοιοῦτος ἂν γήμαι, ἀπʼ οἰκήματος. ἔπειτα πατὴρ παρατελωνησάμενός τι πανοίκιος ἐπράθη μεθʼ ἡμῶν. καί με ἀγοράζει τις ῥήτωρ νεώτερον ὄντα καὶ εὔχαριν· ὃς καὶ ἀποθνήσκων κατέλιπέ μοι πάντα. 4.7.47 κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

ταῦτά ἐστι τὰ κατʼ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ.

Καὶ ἦν ὡς ἀληθῶς Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας· ἔν τισι δὲ καὶ πομπικὸς καὶ ἀπολαῦσαι τύφου δυνάμενος. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, οὐχ οἷόντε, εἶπεν, ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.46 Diog. Laert. 4.7.47 (English) >>Diog. Laert. 4.7.49

Powered by PhiloLogic