Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.49 Diog. Laert. 4.7.51 (English) >>Diog. Laert. 4.7.53

4.7.50

Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν. πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, τὸ ἱκανόν σοι ποιήσω, φησίν, ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς. πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε· τῶν δέ, ἀπολώλαμεν, εἰπόντων, ἐὰν γνωσθῶμεν, ἐγὼ δέ γε, φησίν, ἐὰν μὴ γνωσθῶ. τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς τὸν μικρολόγον πλούσιον, οὐχ οὗτος, ἔφη, τὴν οὐσίαν κέκτηται, ἀλλʼ οὐσία τοῦτον. ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δʼ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν. 4.7.51 τοσοῦτον διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν, ὅσον τὴν ὅρασιν τῶν ἄλλων αἰσθήσεων. μὴ δεῖν ἔφασκεν ὀνειδίζειν τὸ γῆρας, εἰς , ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν. πρὸς τὸν βάσκανον ἐσκυθρωπακότα, οὐκ οἶδα, ἔφη, πότερον σοὶ κακὸν γέγονεν ἄλλῳ ἀγαθόν. τὴν δυσγένειαν πονηρὸν ἔλεγεν εἶναι σύνοικον τῇ παρρησίᾳ·

δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις .

τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν, ἵνα μὴ δοκοίημεν πονηροῖς κεχρῆσθαι χρηστοὺς παρῃτῆσθαι.

Οὗτος τὴν ἀρχὴν μὲν παρῃτεῖτο τὰ Ἀκαδημαϊκά, καθʼ ὃν χρόνον ἤκουε Κράτητος· εἶτʼ ἐπανείλετο τὴν κυνικὴν ἀγωγήν, λαβὼν τρίβωνα καὶ πήραν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.49 Diog. Laert. 4.7.51 (English) >>Diog. Laert. 4.7.53

Powered by PhiloLogic