4.7.51 τοσοῦτον διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν, ὅσον τὴν ὅρασιν τῶν ἄλλων αἰσθήσεων. μὴ δεῖν ἔφασκεν ὀνειδίζειν τὸ γῆρας, εἰς ὅ, ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν. πρὸς τὸν βάσκανον ἐσκυθρωπακότα, οὐκ οἶδα, ἔφη, πότερον σοὶ κακὸν γέγονεν ἢ ἄλλῳ ἀγαθόν. τὴν δυσγένειαν πονηρὸν ἔλεγεν εἶναι σύνοικον τῇ παρρησίᾳ·
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ.
τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν, ἵνα μὴ δοκοίημεν πονηροῖς κεχρῆσθαι ἢ χρηστοὺς παρῃτῆσθαι.
Οὗτος τὴν ἀρχὴν μὲν παρῃτεῖτο τὰ Ἀκαδημαϊκά, καθʼ ὃν χρόνον ἤκουε Κράτητος· εἶτʼ ἐπανείλετο τὴν κυνικὴν ἀγωγήν, λαβὼν τρίβωνα καὶ πήραν.
4.7.52 καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν; ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος· μεθʼ ὃν Θεοφράστου διήκουσε τοῦ περιπατητικοῦ. ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίως διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. διὰ δὴ οὖν τὸ παντὶ εἴδει λόγου κεκρᾶσθαί φασι λέγειν ἐπʼ αὐτοῦ τὸν Ἐρατοσθένην, ὡς πρῶτος Βίων τὴν φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι· οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα·
ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε, τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατʼ ἀνδρῶν.
4.7.53
καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν. ἦν δὲ πολυτελής· καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ· σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον περίβλεπτος ἦν. εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπʼ εὐνοίας αὐτῶν· ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων. παρʼ ὃ καὶ οὐδεὶς μαθητὴς αὐτοῦ ἐπιγράφεται, τοσούτων αὐτῷ σχολασάντων· καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.