4.7.54 ὁ γοῦν Βητίων εἷς τῶν συνήθων αὐτῷ πρὸς Μενέδημόν ποτε λέγεται εἰπεῖν, ἐγώ τοι, ὦ Μενέδημε, νύκτωρ συνδέομαι Βίωνι καὶ οὐδὲν ἄτοπον δοκῶ μοι πεπονθέναι. πολλὰ δὲ καὶ ἀθεώτερον προεφέρετο τοῖς ὁμιλοῦσι, τοῦτο Θεοδώρειον ἀπολαύσας. καὶ ὕστερόν ποτε ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι - αὐτόθι γὰρ καὶ κατέστρεψε - περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφʼ οἷς ἐπλημμέλησεν εἰς τὸ θεῖον. ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δεινῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε. καὶ ἠκολούθει γε αὐτὸς note ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
Ἀλλὰ καὶ ὣς κατέστρεψε καὶ ἡμεῖς αὐτὸν οὕτως ᾐτιασάμεθα·
4.7.55
Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως. κεἰ μὲν τὸ δόγμα τοῦτʼ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλʼ ἔδοξε. νῦν δʼ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας,
4.7.56 ὁ πολλὰ χλευάσας βροτούς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδʼ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε·