Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.55 Diog. Laert. 4.7.58 (English) >>Diog. Laert. 4.8.59

4.7.56 πολλὰ χλευάσας βροτούς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδʼ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε· 4.7.57 ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα μᾶλλον θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν. μωρὸς δʼ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. τοιγὰρ μάτην φρονῶν, ὅτʼ ἦν ἅπας λέμφος ἄνθραξ, τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρʼ, εἶπε, χαῖρε, Πλουτεῦ.

4.7.58

Γεγόνασι δὲ Βίωνες δέκα· πρῶτος Φερεκύδῃ τῷ Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι· ἔστι δὲ Προκοννήσιος. δεύτερος Συρακόσιος, τέχνας ῥητορικὰς γεγραφώς· τρίτος αὐτὸς οὗτος· τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι· οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς· ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα· ἕβδομος μελικὸς ποιητής· ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων· ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων· δέκατος ἀγαλματοποιὸς Κλαζομένιος Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.55 Diog. Laert. 4.7.58 (English) >>Diog. Laert. 4.8.59

Powered by PhiloLogic