Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.57 Diog. Laert. 4.8.59 (English) >>Diog. Laert. 4.8.61

4.7.58

Γεγόνασι δὲ Βίωνες δέκα· πρῶτος Φερεκύδῃ τῷ Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι· ἔστι δὲ Προκοννήσιος. δεύτερος Συρακόσιος, τέχνας ῥητορικὰς γεγραφώς· τρίτος αὐτὸς οὗτος· τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι· οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς· ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα· ἕβδομος μελικὸς ποιητής· ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων· ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων· δέκατος ἀγαλματοποιὸς Κλαζομένιος Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ.

4.8 Κεφ. ηʹ. ΛΑΚΥΔΗΣ 4.8.59

Λακύδης Ἀλεξάνδρου Κυρηναῖος. οὗτός ἐστιν τῆς νέας Ἀκαδημείας κατάρξας καὶ Ἀρκεσίλαον διαδεξάμενος, ἀνὴρ σεμνότατος καὶ οὐκ ὀλίγους ἐσχηκὼς ζηλωτάς· φιλόπονός τε ἐκ νέου καὶ πένης μέν, εὔχαρις δʼ ἄλλως καὶ εὐόμιλος. τοῦτόν φασι καὶ περὶ οἰκονομίαν γλυκύτατα ἐσχηκέναι· ἐπειδὴ γάρ τι προέλοι τοῦ ταμιείου, σφραγισάμενος πάλιν εἴσω τὸν δακτύλιον διὰ τῆς ὀπῆς ἐρρίπτει, ὡς μηδέποτʼ αὐτοῦ περιαιρεθείη τι καὶ βασταχθείη τῶν ἀποκειμένων. μαθόντα δὴ τοῦτο τὰ θεραπόντια ἀπεσφράγιζε καὶ ὅσα ἐβούλετο ἐβάσταζεν· ἔπειτα τὸν δακτύλιον τὸν αὐτὸν τρόπον διὰ τῆς ὀπῆς ἐνίει εἰς τὴν στοάν· καὶ τοῦτο ποιοῦντα οὐδέ ποτʼ ἐφωράθη.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.7.57 Diog. Laert. 4.8.59 (English) >>Diog. Laert. 4.8.61

Powered by PhiloLogic