Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.8.60 Diog. Laert. 4.9.62 (English) >>Diog. Laert. 4.9.65

4.8.61

Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴκοσιν ἔτη· τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί·

καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὲ Βάκχος ἑλὼν Ἀΐδῃ ποσσὶν ἔσυρεν note ἄκροις.

σαφὲς ἦν, Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;

4.9 Κεφ θʹ. ΚΑΡΝΕΑΔΗΣ 4.9.62

Καρνεάδης Ἐπικώμου Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς <καὶ μάλιστα> τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν·

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

φιλόπονος δʼ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δʼ ἴσχυσεν ἐν φιλοσοφίᾳ, ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρʼ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.

4.9.63

Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, καὶ δὸς μέτρον φωνῆς. ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι· φάναι γάρ, μέτρον ἔχεις τοὺς ἀκούοντας. δεινῶς τʼ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρʼ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 4.8.60 Diog. Laert. 4.9.62 (English) >>Diog. Laert. 4.9.65

Powered by PhiloLogic