4.9.64
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· τοῦτον σχολῆς τῆσδʼ ἐκκεκηρῦχθαι λέγω·
καὶ ὃς ἀναστὰς ἔφη· οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, ἡ συστήσασα φύσις καὶ διαλύσει. μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, δότε οὖν κἀμοί· τῶν δὲ εἰπόντων, τί; οἰνόμελι εἶπεν. τελευτῶντος δʼ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μεθʼ ἥλιον καλλίστου τῶν ἄστρων.
4.9.65
Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δʼ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν· αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ καὶ Ἀρχεβουλείῳ·
τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτʼ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλʼ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,
4.9.66 δότε τοίνυν, ἔφησε, τὶ κἀμὲ πιεῖν. τί μέντοι; τί; δότʼ οἰνόμελι. σφόδρα τʼ εἶχε πρόχειρα ταυτί·
φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή. ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδου.
Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, κεκόμικα, οὐκοῦν, εἰπεῖν, σὺ ἀναγίνωσκε.
Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον.
Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.