Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.9 Diog. Laert. 5.1.11 (English) >>Diog. Laert. 5.1.13

5.1.10 ἐπὶ Πυθοδότου δʼ ἐλθεῖν πρὸς Φίλιππον τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος. εἰς δʼ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα, εἶτʼ ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρείᾳ, ἐπὶ Φιλοκλέους. λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῷ βασιλεῖ· κἀκεῖνον ἐπὶ τῷ τοῦτον λυπῆσαι Ἀναξιμένην μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα.

5.1.11

Ἀπέσκωψε δʼ εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεόκριτος Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου·

Ἑρμίου εὐνούχου ἠδʼ Εὐβούλου ἅμα δούλου σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης,

<ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν, ἀντʼ Ἀκαδημείας, Βορβόρου ἐν προχοαῖς> note.

ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών·

οὐδʼ ἄρʼ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς.

Καὶ οὗτος μὲν βίος τοῦ φιλοσόφου. ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν, οὕτω πως ἐχούσαις·

Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ, τάδε διέθετο Ἀριστοτέλης· ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον·



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.9 Diog. Laert. 5.1.11 (English) >>Diog. Laert. 5.1.13

Powered by PhiloLogic