Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.17 Diog. Laert. 5.1.19 (English) >>Diog. Laert. 5.1.22

5.1.18

Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, χάρις, ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, ἐγρηγορότος, εἶπεν, ἐνύπνιον. Διογένους ἰσχάδʼ αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε μέγας Διογένης, ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, ἀπόντα με, ἔφη, καὶ μαστιγούτω. τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον. 5.1.19 οἱ δὲ οὕτω note μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ note δῶρον εἰπεῖν εὐμορφίαν note· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ὅσῳ, εἶπεν, οἱ ζῶντες τῶν τεθνεώτων. τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν. τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, οὐ τοῦτο, ἔφη, δεῖ σκοπεῖν, ἀλλʼ ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.17 Diog. Laert. 5.1.19 (English) >>Diog. Laert. 5.1.22

Powered by PhiloLogic