Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.18 Diog. Laert. 5.1.22 (English) >>Diog. Laert. 5.1.24

5.1.20 ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους. πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, τυφλοῦ, ἔφη, τὸ ἐρώτημα. ἐρωτηθεὶς τί ποτʼ αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ ἀνεπιτάκτως ποιεῖν τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν. ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι. πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, μήτι σου κατεφλυάρησα; μὰ Δίʼ, εἶπεν· οὐ γάρ σοι προσεῖχον. πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς - φέρεται γὰρ καὶ οὕτως - οὐ τῷ ἀνθρώπῳ, φησίν, ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ. ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι. τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατʼ ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, φίλοι, οὐδεὶς φίλος· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἅπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·

5.1.22

Περὶ δικαιοσύνης αʹ βʹ γʹ δʹ.

Περὶ ποιητῶν αʹ βʹ γʹ.

Περὶ φιλοσοφίας αʹ βʹ γʹ.

Περὶ πολιτικοῦ αʹ βʹ.

Περὶ ῥητορικῆς Γρῦλος αʹ.

Νήρινθος αʹ.

Σοφιστὴς αʹ.

Μενέξενος αʹ.

Ἐρωτικὸς αʹ.

Συμπόσιον αʹ.

Περὶ πλούτου αʹ.

Προτρεπτικὸς αʹ.

Περὶ ψυχῆς αʹ.

Περὶ εὐχῆς αʹ.

Περὶ εὐγενείας αʹ. Περὶ ἡδονῆς αʹ.

Ἀλέξανδρος ὑπὲρ ἀποίκων αʹ.

Περὶ βασιλείας αʹ.

Περὶ παιδείας αʹ.

Περὶ τἀγαθοῦ αʹ βʹ γʹ.

Τὰ ἐκ τῶν νόμων Πλάτωνος αʹ βʹ γʹ.

Τὰ ἐκ τῆς πολιτείας αʹ βʹ.

Περὶ οἰκονομίας αʹ.

Περὶ φιλίας αʹ.

Περὶ τοῦ πάσχειν πεπονθέναι αʹ.

Περὶ ἐπιστημῶν αʹ.

Περὶ ἐριστικῶν αʹ βʹ.

Λύσεις ἐριστικαὶ δʹ.

Διαιρέσεις σοφιστικαὶ δʹ.

Περὶ ἐναντίων αʹ.

Περὶ εἰδῶν καὶ γενῶν αʹ.

Περὶ ἰδίων αʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.18 Diog. Laert. 5.1.22 (English) >>Diog. Laert. 5.1.24

Powered by PhiloLogic