Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.26 Diog. Laert. 5.1.28 (English) >>Diog. Laert. 5.1.30

5.1.27

Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʹ <κοιναὶ> καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί.

Ἐπιστολαὶ πρὸς Φίλιππον.

Σηλυμβρίων ἐπιστολαί.

Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δʹ.

Πρὸς Ἀντίπατρον θʹ.

Πρὸς Μέντορα αʹ.

Πρὸς Ἀρίστωνα αʹ.

Πρὸς Ὀλυμπιάδα αʹ.

Πρὸς Ἡφαιστίωνα αʹ.

Πρὸς Θεμισταγόραν αʹ.

Πρὸς Φιλόξενον αʹ.

Πρὸς Δημόκριτον αʹ.

Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε.

Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ.

Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.

5.1.28

Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.26 Diog. Laert. 5.1.28 (English) >>Diog. Laert. 5.1.30

Powered by PhiloLogic