Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.5 Diog. Laert. 5.1.8 (English) >>Diog. Laert. 5.1.10

5.1.6 προειρημένον Ἑρμίαν, ἀλλὰ καὶ ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον·

τόνδε ποτʼ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν

ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς,

οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας, ἀλλʼ ἀνδρὸς πίστει χρησάμενος δολίου.

Ἐνταῦθα δὴ πιὼν ἀκόνιτον ἐτελεύτησεν, ὥς φησιν Εὔμηλος ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν, βιοὺς ἔτη ἑβδομήκοντα. δʼ αὐτός φησιν αὐτὸν καὶ Πλάτωνι τριακοντούτην συστῆναι, διαπίπτων· βεβίωκε γὰρ τρία μὲν πρὸς τοῖς ἑξήκοντα, Πλάτωνι δὲ ἑπτακαιδεκέτης συνέστη.

δὲ ὕμνος ἔχει τοῦτον τὸν τρόπον·

5.1.7

ἀρετά, πολύμοχθε γένει βροτείῳ,

θήραμα κάλλιστον βίῳ,

σᾶς πέρι, παρθένε, μορφᾶς

καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος

καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·

τοῖον ἐπὶ φρένα βάλλεις

κάρτος ἀθάνατον χρυσοῦ τε κρεῖσσον

καὶ γονέων μαλακαυγήτοιό θʼ ὕπνου.

σεῦ δʼ ἕνεχʼ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι

πόλλʼ ἀνέτλασαν ἔργοις

σὰν ἀγρεύοντες δύναμιν.

5.1.8

σοῖς δὲ πόθοις Ἀχιλεὺς

Αἴας τʼ Ἀΐδαο δόμους ἦλθον·

σᾶς δʼ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς.

τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τε μιν αὐξήσουσι Μοῦσαι

Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου.

Ἔστι δʼ οὖν καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον·

Εὐρυμέδων ποτʼ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος,

ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.5 Diog. Laert. 5.1.8 (English) >>Diog. Laert. 5.1.10

Powered by PhiloLogic