Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1 Diog. Laert. 5.2 (English) >>Diog. Laert. 5.3

5.2Κεφ. βʹ. ΘΕΟΦΡΑΣΤΟΣ 5.2.36

Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτʼ ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ. φέρεται δʼ αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ· 5.2.37 ἄλλως τε καὶ εὐεργετικὸς note καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ ἄλλα καὶ περὶ δικαστηρίου note τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.

5.2.38

Τοιοῦτος δʼ ὤν, ὅμως ἀπεδήμησε πρὸς ὀλίγον καὶ οὗτος καὶ πάντες οἱ λοιποὶ φιλόσοφοι, Σοφοκλέους τοῦ Ἀμφικλείδου νόμον εἰσενεγκόντος, μηδένα τῶν φιλοσόφων σχολῆς ἀφηγεῖσθαι, ἂν μὴ τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· εἰ δὲ μή, θάνατον εἶναι τὴν ζημίαν. ἀλλʼ αὖθις ἐπανῆλθον εἰς νέωτα, Φίλωνος τὸν Σοφοκλέα γραψαμένου παρανόμων. ὅτε καὶ τὸν νόμον μὲν ἄκυρον ἐποίησαν Ἀθηναῖοι, τὸν δὲ Σοφοκλέα πέντε ταλάντοις ἐζημίωσαν κάθοδόν τε τοῖς φιλοσόφοις ἐψηφίσαντο, ἵνα καὶ Θεόφραστος κατέλθοι καὶ ἐν τοῖς ὁμοίοις εἴη. τοῦτον Τύρταμον λεγόμενον Θεόφραστον διὰ τὸ τῆς φράσεως θεσπέσιον Ἀριστοτέλης μετωνόμασεν· 5.2.39 οὗ καὶ τοῦ υἱέος Νικομάχου φησὶν ἐρωτικῶς διατεθῆναι, καίπερ ὄντα διδάσκαλον, Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. λέγεται δʼ ἐπʼ αὐτοῦ τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται, φασὶν εἰπεῖν ἐπί τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γάρ, τοῦ μὲν Θεοφράστου καθʼ ὑπερβολὴν ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν ὑπάρχοντος, ὡς τῷ μὲν χαλινοῦ δέοι, τῷ δὲ κέντρου. λέγεται δʼ αὐτὸν καὶ ἴδιον κῆπον σχεῖν μετὰ τὴν Ἀριστοτέλους τελευτήν, Δημητρίου τοῦ Φαληρέως, ὃς ἦν καὶ γνώριμος αὐτῷ, τοῦτο συμπράξαντος. φέρεται δʼ αὐτοῦ ἀποφθέγματα ταυτὶ χρειώδη· θᾶττον ἔφη πιστεύειν δεῖν ἵππῳ ἀχαλίνῳ λόγῳ ἀσυντάκτῳ. 5.2.40 πρὸς δὲ τὸν ἐν τῷ συμποσίῳ σιωπῶντα τὸ ὅλον ἔφη, εἰ μὲν ἀμαθὴς εἶ, φρονίμως ποιεῖς, εἰ δὲ πεπαίδευσαι, ἀφρόνως. συνεχές τε ἔλεγε πολυτελὲς ἀνάλωμα εἶναι τὸν χρόνον.

Ἐτελεύτα δὴ γηραιός, βιοὺς ἔτη πέντε καὶ ὀγδοήκοντα, ἐπειδήπερ ὀλίγον ἀνῆκε τῶν πόνων. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·

δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.

Φασὶ δʼ αὐτὸν ἐρωτηθέντα ὑπὸ τῶν μαθητῶν εἴ τι ἐπισκήπτει, εἰπεῖν, ἐπισκήπτειν μὲν ἔχειν οὐδέν, πλὴν ὅτι πολλὰ τῶν ἡδέων βίος διὰ τὴν δόξαν καταλαζονεύεται. 5.2.41 ἡμεῖς γὰρ ὁπότʼ ἀρχόμεθα ζῆν, τότʼ ἀποθνήσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλʼ εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε - πολὺς γὰρ πόνος - καλῶς αὐτοῦ πρόστητε· μεγάλη γὰρ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλέον τοῦ συμφέροντος. ἀλλʼ ἐμοὶ μὲν οὐκέτʼ ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δʼ ἐπισκέψασθε τί ποιητέον. ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡς λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.

5.2.42

Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. ἔστι δὲ τάδε·

Ἀναλυτικῶν προτέρων αʹ βʹ γʹ.

Ἀναλυτικῶν ὑστέρων αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ.

Περὶ ἀναλύσεως συλλογισμῶν αʹ.

Ἀναλυτικῶν ἐπιτομὴ αʹ.

Ἀνηγμένων τόπων αʹ βʹ.

Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐρωτικοὺς λόγους θεωρίας

Περὶ αἰσθήσεων αʹ.

Πρὸς Ἀναξαγόραν αʹ.

Περὶ τῶν Ἀναξαγόρου αʹ.

Περὶ τῶν Ἀναξιμένους αʹ.

Περὶ τῶν Ἀρχελάου αʹ.

Περὶ ἁλῶν, νίτρου, στυπτηρίας αʹ.

Περὶ τῶν λιθουμένων αʹ βʹ.

Περὶ τῶν ἀτόμων γραμμῶν αʹ.

Ἀκροάσεως αʹ βʹ.

Περὶ ἀνέμων αʹ.

Ἀρετῶν διαφοραὶ αʹ.

Περὶ βασιλείας αʹ.

Περὶ παιδείας βασιλέως αʹ.

Περὶ βίων αʹ βʹ γʹ.

5.2.43

Περὶ γήρως αʹ.

Περὶ τῆς Δημοκρίτου ἀστρολογίας αʹ. Τῆς μεταρσιολεσχίας αʹ.

Περὶ τῶν εἰδώλων αʹ.

Περὶ χυμῶν, χροῶν, σαρκῶν αʹ.

Περὶ τοῦ διακόσμου αʹ.

Περὶ τῶν ἀνθρώπων αʹ.

Τῶν Διογένους συναγωγὴ αʹ.

Διορισμῶν αʹ βʹ γʹ.

Ἐρωτικὸς αʹ.

Ἄλλο περὶ ἔρωτος αʹ.

Περὶ εὐδαιμονίας αʹ.

Περὶ εἰδῶν αʹ βʹ.

Περὶ ἐπιλήψεως αʹ.

Περὶ ἐνθουσιασμοῦ αʹ.

Περὶ Ἐμπεδοκλέους αʹ.

Ἐπιχειρημάτων αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϛʹ ιζʹ ιηʹ.

Ἐνστάσεων αʹ βʹ γʹ.

Περὶ ἑκουσίου αʹ.

Ἐπιτομὴ τῆς Πλάτωνος Πολιτείας αʹ βʹ.

Περὶ ἑτεροφωνίας ζῴων τῶν ὁμογενῶν αʹ.

Περὶ τῶν ἀθρόων φαινομένων αʹ.

Περὶ δακέτων καὶ βλητικῶν αʹ.

Περὶ τῶν ζῴων ὅσα λέγεται φθονεῖν αʹ.

Περὶ τῶν ἐν ξηρῷ διαμενόντων αʹ.

5.2.44

Περὶ τῶν τὰς χρόας μεταβαλλόντων αʹ.

Περὶ τῶν φωλευόντων αʹ.

Περὶ ζῴων αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ.

Περὶ ἡδονῆς ὡς Ἀριστοτέλης αʹ.

Περὶ ἡδονῆς ἄλλο αʹ.

Θέσεις κδʹ.

Περὶ θερμοῦ καὶ ψυχροῦ αʹ.

Περὶ ἰλίγγων καὶ σκοτώσεων αʹ.

Περὶ ἱδρώτων αʹ. Περὶ καταφάσεως καὶ ἀποφάσεως αʹ.

Καλλισθένης περὶ πένθους αʹ.

Περὶ κόπων αʹ.

Περὶ κινήσεως αʹ βʹ γʹ.

Περὶ λίθων αʹ.

Περὶ λοιμῶν αʹ.

Περὶ λιποψυχίας αʹ.

Μεγαρικὸς αʹ.

Περὶ μελαγχολίας αʹ.

Περὶ μετάλλων αʹ βʹ.

Περὶ μέλιτος αʹ.

Περὶ τῶν Μητροδώρου συναγωγῆς αʹ.

Μεταρσιολογικῶν αʹ βʹ.

Περὶ μέθης αʹ.

Νόμων κατὰ στοιχεῖον κδʹ.

Νόμων ἐπιτομῆς αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ.

5.2.45

Πρὸς τοὺς ὁρισμοὺς αʹ.

Περὶ ὀδμῶν αʹ.

Περὶ οἴνου καὶ ἐλαίου.

Πρώτων προτάσεων αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϛʹ ιζʹ ιηʹ.

Νομοθετῶν αʹ βʹ γʹ.

Πολιτικῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ.

Πολιτικὸν πρὸς τοὺς καιροὺς αʹ βʹ γʹ δʹ.

Πολιτικῶν ἐθῶν αʹ βʹ γʹ δʹ.

Περὶ τῆς ἀρίστης πολιτείας αʹ.

Προβλημάτων συναγωγῆς αʹ βʹ γʹ δʹ εʹ.

Περὶ παροιμιῶν αʹ.

Περὶ πήξεων καὶ τήξεων αʹ.

Περὶ πυρὸς αʹ βʹ.

Περὶ πνευμάτων αʹ.

Περὶ παραλύσεως αʹ. Περὶ πνιγμοῦ αʹ

Περὶ παραφροσύνης αʹ.

Περὶ παθῶν αʹ.

Περὶ σημείων αʹ.

Σοφισμάτων αʹ βʹ.

Περὶ συλλογισμῶν λύσεως αʹ.

Τοπικῶν αʹ βʹ.

Περὶ τιμωρίας αʹ βʹ.

Περὶ τριχῶν αʹ.

Περὶ τυραννίδος αʹ.

Περὶ ὕδατος αʹ βʹ γʹ.

Περὶ ὕπνου καὶ ἐνυπνίων αʹ.

Περὶ φιλίας αʹ βʹ γʹ.

Περὶ φιλοτιμίας αʹ βʹ.

5.2.46

Περὶ φύσεως αʹ βʹ γʹ.

Περὶ φυσικῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϛʹ ιζʹ ιηʹ.

Περὶ φυσικῶν ἐπιτομῆς αʹ βʹ.

Φυσικῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ.

Πρὸς τοὺς φυσικοὺς αʹ.

Περὶ φυτικῶν ἱστοριῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ.

Φυτικῶν αἰτιῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ

Περὶ χυλῶν αʹ βʹ γʹ δʹ εʹ.

Περὶ ψεύδους ἡδονῆς αʹ.

Περὶ ψυχῆς θέσις μία.

Περὶ τῶν ἀτέχνων πίστεων αʹ.

Περὶ τῶν ἁπλῶν διαπορημάτων αʹ.

Ἁρμονικῶν αʹ.

Περὶ ἀρετῆς αʹ.

Ἀφορμαὶ ἐναντιώσεις αʹ.

Περὶ ἀποφάσεως αʹ.

Περὶ γνώμης αʹ.

Περὶ γελοίου αʹ.

Δειλινῶν αʹ βʹ. Διαιρέσεις αʹ βʹ.

Περὶ τῶν διαφορῶν αʹ.

Περὶ τῶν ἀδικημάτων αʹ.

Περὶ διαβολῆς αʹ.

Περὶ ἐπαίνου αʹ.

Περὶ ἐμπειρίας αʹ.

Ἐπιστολῶν αʹ βʹ γʹ.

Περὶ τῶν αὐτομάτων ζῴων αʹ.

Περὶ ἐκκρίσεως αʹ.

5.2.47

Ἐγκώμια θεῶν αʹ.

Περὶ ἑορτῶν αʹ.

Περὶ εὐτυχίας αʹ.

Περὶ ἐνθυμημάτων αʹ.

Περὶ εὑρημάτων αʹ βʹ.

Ἠθικῶν σχολῶν αʹ.

Ἠθικοὶ χαρακτῆρες αʹ.

Περὶ θορύβου αʹ.

Περὶ ἱστορίας αʹ.

Περὶ κρίσεως συλλογισμῶν αʹ.

Περὶ κολακείας αʹ.

Περὶ θαλάττης αʹ.

Πρὸς Κάσανδρον περὶ βασιλείας αʹ.

Περὶ κωμῳδίας αʹ.

Περὶ μέτρων αʹ.

Περὶ λέξεως αʹ.

Λόγων συναγωγὴ αʹ.

Λύσεις αʹ.

Περὶ μουσικῆς αʹ βʹ γʹ.

Περὶ μέτρων αʹ.

Μεγακλῆς αʹ.

Περὶ νόμων αʹ.

Περὶ παρανόμων αʹ.

Τῶν Ξενοκράτους συναγωγῆς αʹ. Ὁμιλητικὸς αʹ.

Περὶ ὅρκου αʹ.

Παραγγέλματα ῥητορικῆς αʹ.

Περὶ πλούτου αʹ.

Περὶ ποιητικῆς αʹ.

Προβλήματα πολιτικά, ἠθικά, φυσικά, ἐρωτικὰ αʹ.

5.2.48

Προοιμίων αʹ.

Προβλημάτων συναγωγῆς αʹ.

Περὶ τῶν προβλημάτων φυσικῶν αʹ.

Περὶ παραδείγματος αʹ.

Περὶ προθέσεως καὶ διηγήματος αʹ.

Περὶ ποιητικῆς ἄλλο αʹ.

Περὶ τῶν σοφῶν αʹ.

Περὶ συμβουλῆς αʹ.

Περὶ σολοικισμῶν αʹ.

Περὶ τέχνης ῥητορικῆς αʹ.

Περὶ τεχνῶν ῥητορικῶν εἴδη ιζʹ.

Περὶ ὑποκρίσεως αʹ.

Ὑπομνημάτων Ἀριστοτελικῶν Θεοφραστείων αʹ βʹ γʹ δʹ εʹ ϛʹ.

Φυσικῶν δοξῶν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϛʹ.

Φυσικῶν δοξῶν ἐπιτομῆς αʹ.

Περὶ χάριτος αʹ.

Χαρακτῆρες ἠθικοί.

Περὶ ψεύδους καὶ ἀληθοῦς αʹ.

Τῶν περὶ τὸ θεῖον ἱστορίας αʹ βʹ γʹ δʹ εʹ ϛʹ.

Περὶ θεῶν αʹ βʹ γʹ.

Ἱστορικῶν γεωμετρικῶν αʹ βʹ γʹ δʹ.

5.2.49

Ἐπιτομῶν Ἀριστοτέλους περὶ ζῴων αʹ βʹ γʹ δʹ εʹ ϛʹ.

Ἐπιχειρημάτων αʹ βʹ.

Θέσεις γʹ.

Περὶ βασιλείας αʹ βʹ.

Περὶ αἰτιῶν αʹ. Περὶ Δημοκρίτου αʹ.

Περὶ διαβολῆς αʹ.

Περὶ γενέσεως αʹ.

Περὶ ζῴων φρονήσεως καὶ ἤθους αʹ.

Περὶ κινήσεως αʹ βʹ.

Περὶ ὄψεως αʹ βʹ γʹ δʹ.

Πρὸς ὅρους αʹ βʹ.

Περὶ τοῦ δεδόσθαι αʹ.

Περὶ μείζονος καὶ ἐλάττονος αʹ.

Περὶ τῶν μουσικῶν αʹ.

Περὶ τῆς θείας εὐδαιμονίας αʹ.

Πρὸς τοὺς ἐξ Ἀκαδημείας αʹ.

Προτρεπτικὸς αʹ.

Πῶς ἂν ἄριστα πόλεις οἰκοῖντο αʹ.

Τὰ ὑπομνήματα αʹ.

Περὶ ῥύακος τοῦ ἐν Σικελίᾳ αʹ.

Περὶ τῶν ὁμολογουμένων αʹ.

Περὶ τῶν προβλημάτων φυσικῶν αʹ.

Τίνες οἱ τρόποι τοῦ ἐπίστασθαι αʹ.

Περὶ τοῦ ψευδομένου αʹ βʹ γʹ.

5.2.50

Τὰ πρὸ τῶν τόπων αʹ.

Πρὸς Αἰσχύλον αʹ.

Ἀστρολογικῆς ἱστορίας αʹ βʹ γʹ δʹ εʹ ϛʹ.

Ἀριθμητικῶν ἱστοριῶν περὶ αὐξήσεως αʹ.

Ἀκίχαρος αʹ.

Περὶ δικανικῶν λόγων αʹ.

Περὶ διαβολῆς αʹ.

Ἐπιστολαὶ αἱ ἐπὶ τῷ Ἀστυκρέοντι, Φανίᾳ, Νικάνορι.

Περὶ εὐσεβείας αʹ.

Εὐϊάδος αʹ.

Περὶ καιρῶν αʹ βʹ.

Περὶ οἰκείων λόγων αʹ. Περὶ παίδων ἀγωγῆς αʹ.

Ἄλλο διάφορον αʹ.

Περὶ παιδείας περὶ ἀρετῶν περὶ σωφροσύνης αʹ.

Προτρεπτικὸς αʹ.

Περὶ ἀριθμῶν αʹ.

Ὁριστικὰ περὶ λέξεως συλλογισμῶν αʹ.

Περὶ οὐρανοῦ αʹ.

Πολιτικοῦ αʹ βʹ.

Περὶ φύσεως.

Περὶ καρπῶν.

Περὶ ζῴων.

γίνονται στίχων μυρίων κγʹ, ͵βωνʹ· τοσαῦτα μὲν οὖν καὶ τῷδε τὰ βιβλία.

5.2.51

Εὗρον δʼ αὐτοῦ καὶ διαθήκας τοῦτον ἐχούσας τὸν τρόπον·

Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβῇ, τάδε διατίθεμαι· τὰ μὲν οἴκοι ὑπάρχοντα πάντα δίδωμι Μελάντῃ καὶ Παγκρέοντι τοῖς υἱοῖς Λέοντος. ἀπὸ δὲ τῶν παρʼ Ἱππάρχου συμβεβλημένων τάδε μοι βούλομαι γενέσθαι· πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον· ἔπειτα τὴν Ἀριστοτέλους εἰκόνα τεθῆναι εἰς τὸ ἱερὸν καὶ τὰ λοιπὰ ἀναθήματα ὅσα πρότερον ὑπῆρχεν ἐν τῷ ἱερῷ· εἶτα τὸ στωίδιον οἰκοδομηθῆναι τὸ πρὸς τῷ μουσείῳ μὴ χεῖρον πρότερον· ἀναθεῖναι δὲ καὶ τοὺς πίνακας, ἐν οἷς αἱ τῆς γῆς περίοδοί εἰσιν, εἰς τὴν κάτω στοάν· 5.2.52 ἐπισκευασθῆναι δὲ καὶ τὸν βωμόν, ὅπως ἔχῃ τὸ τέλειον καὶ τὸ εὔσχημον. βούλομαι δὲ καὶ τὴν Νικομάχου εἰκόνα συντελεσθῆναι ἴσην. τὸ μὲν τῆς πλάσεως ἔχει Πραξιτέλης, τὸ δʼ ἄλλο ἀνάλωμα ἀπὸ τούτου γενέσθω. σταθῆναι δὲ ὅπου ἂν δοκῇ τοῖς καὶ τῶν ἄλλων ἐπιμελουμένοις τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν καὶ τὰ ἀναθήματα τοῦτον ἐχέτω τὸν τρόπον. τὸ δὲ χωρίον τὸ ἐν Σταγείροις ἡμῖν ὑπάρχον δίδωμι Καλλίνῳ· τὰ δὲ βιβλία πάντα Νηλεῖ. τὸν δὲ κῆπον καὶ τὸν περίπατον καὶ τὰς οἰκίας τὰς πρὸς τῷ κήπῳ πάσας δίδωμι τῶν γεγραμμένων φίλων ἀεὶ τοῖς βουλομένοις συσχολάζειν καὶ συμφιλοσοφεῖν ἐν αὐταῖς, 5.2.53 ἐπειδήπερ οὐ δυνατὸν πᾶσιν ἀνθρώποις ἀεὶ ἐπιδημεῖν, μήτʼ ἐξαλλοτριοῦσι μήτʼ ἐξιδιαζομένου μηδενός, ἀλλʼ ὡς ἂν ἱερὸν κοινῇ κεκτημένοις, καὶ τὰ πρὸς ἀλλήλους οἰκείως καὶ φιλικῶς χρωμένοις, ὥσπερ προσῆκον καὶ δίκαιον. ἔστωσαν δὲ οἱ κοινωνοῦντες Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Δημάρατος, Καλλισθένης, Μελάντης, Παγκρέων, Νίκιππος. ἐξεῖναι δὲ βουλομένῳ φιλοσοφεῖν καὶ Ἀριστοτέλει τῷ Μητροδώρου καὶ Πυθιάδος υἱῷ καὶ μετέχειν τούτων· καὶ αὐτοῦ πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πρεσβυτάτους, ὅπως ὅτι μάλιστα προαχθῇ κατὰ φιλοσοφίαν. θάψαι δὲ καὶ ἡμᾶς ὅπου ἂν δοκῇ μάλιστα ἁρμόττον εἶναι τοῦ κήπου, μηδὲν περίεργον μήτε περὶ τὴν ταφὴν μήτε περὶ τὸ μνημεῖον ποιοῦντας. 5.2.54 ὅπως δὲ συνείρηται, μετὰ τὰ περὶ ἡμᾶς συμβάντα, τὰ περὶ τὸ ἱερὸν καὶ τὸ μνημεῖον καὶ τὸν κῆπον καὶ τὸν περίπατον θεραπευόμενα συνεπιμελεῖσθαι καὶ Πομπύλον τούτων ἐποικοῦντα αὐτὸν καὶ τὴν τῶν ἄλλων ἐπιμέλειαν ποιούμενον ἣν καὶ πρότερον· τῆς δὲ λυσιτελείας ἐπιμελεῖσθαι αὐτοὺς τοὺς ἔχοντας ταῦτα. Πομπύλῳ δὲ καὶ Θρέπτῃ πάλαι ἐλευθέροις οὖσι καὶ ἡμῖν πολλὴν χρείαν παρεσχημένοις, εἴ τι πρότερον ἔχουσι παρʼ ἡμῶν καὶ εἴ τι αὐτοὶ ἐκτήσαντο καὶ νῦν παρʼ Ἱππάρχου αὐτοῖς συντέταχα, δισχιλίας δραχμάς, ἀσφαλῶς οἶμαι δεῖν αὐτοῖς ὑπάρχειν ταῦτα, καθάπερ καὶ αὐτὸς note διελέχθην Μελάντῃ καὶ Παγκρέοντι πλεονάκις καὶ πάντα μοι συγκατετίθεντο. δίδωμι δʼ αὐτοῖς καὶ Σωματάλην τὴν παιδίσκην. 5.2.55 τῶν δὲ παίδων Μόλωνα μὲν καὶ Τίμωνα καὶ Παρμένοντα ἤδη ἐλευθέρους ἀφίημι· Μανῆν δὲ καὶ Καλλίαν παραμείναντας ἔτη τέτταρα ἐν τῷ κήπῳ καὶ συνεργασαμένους καὶ ἀναμαρτήτους γενομένους ἀφίημι ἐλευθέρους. τῶν δὲ οἰκηματικῶν σκευῶν ἀποδιδόντας Πομπύλῳ ὅσʼ ἂν δοκῇ τοῖς ἐπιμεληταῖς καλῶς ἔχειν, τὰ λοιπὰ ἐξαργυρίσαι. δίδωμι δὲ καὶ Καρίωνα Δημοτίμῳ, Δόνακα δὲ Νηλεῖ· Εὔβοιον δʼ ἀποδόσθαι. δότω δʼ Ἵππαρχος Καλλίνῳ τρισχιλίας δραχμάς· Μελάντῃ δὲ καὶ Παγκρέοντι εἰ μὲν μὴ ἑωρῶμεν Ἵππαρχον καὶ ἡμῖν πρότερον χρείαν παρεσχημένον καὶ νῦν ἐν τοῖς ἰδίοις μάλα νεναυαγηκότα, προσετάξαμεν ἂν μετὰ Μελάντου καὶ Παγκρέοντος ἐξάγειν αὐτά. 5.2.56 ἐπειδὴ δὲ οὔτʼ ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τʼ αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ τάλαντον· διδόναι δʼ Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. 5.2.57 αἱ διαθῆκαι κεῖνται ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. τὴν δʼ ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δʼ οἱ αὐτοί. τὴν δʼ ἑτέραν note ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος.

Ὧδʼ ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι.

Ἀκοῦσαι δʼ αὐτοῦ καὶ Ἐρασίστρατον τὸν ἰατρόν εἰσιν οἳ λέγουσι· καὶ εἰκός.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1 Diog. Laert. 5.2 (English) >>Diog. Laert. 5.3

Powered by PhiloLogic