Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.34 Diog. Laert. 5.2.36 (English) >>Diog. Laert. 5.2.39

5.1.35

Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος πολιτευσάμενος Ἀθήνησιν· οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες· τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος· τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς· πέμπτος ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος· ἕκτος Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς· ἕβδομος παιδοτρίβης, οὗ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ· ὄγδοος, γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ.

Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.

5.2Κεφ. βʹ. ΘΕΟΦΡΑΣΤΟΣ 5.2.36

Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτʼ ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ. φέρεται δʼ αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ· 5.2.37 ἄλλως τε καὶ εὐεργετικὸς note καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ ἄλλα καὶ περὶ δικαστηρίου note τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.1.34 Diog. Laert. 5.2.36 (English) >>Diog. Laert. 5.2.39

Powered by PhiloLogic