5.2.36
Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτʼ ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ. φέρεται δʼ αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. ὁ δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ·
5.2.37 ἄλλως τε καὶ εὐεργετικὸς note καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ ἄλλα καὶ περὶ δικαστηρίου note τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.
5.2.38
Τοιοῦτος δʼ ὤν, ὅμως ἀπεδήμησε πρὸς ὀλίγον καὶ οὗτος καὶ πάντες οἱ λοιποὶ φιλόσοφοι, Σοφοκλέους τοῦ Ἀμφικλείδου νόμον εἰσενεγκόντος, μηδένα τῶν φιλοσόφων σχολῆς ἀφηγεῖσθαι, ἂν μὴ τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· εἰ δὲ μή, θάνατον εἶναι τὴν ζημίαν. ἀλλʼ αὖθις ἐπανῆλθον εἰς νέωτα, Φίλωνος τὸν Σοφοκλέα γραψαμένου παρανόμων. ὅτε καὶ τὸν νόμον μὲν ἄκυρον ἐποίησαν Ἀθηναῖοι, τὸν δὲ Σοφοκλέα πέντε ταλάντοις ἐζημίωσαν κάθοδόν τε τοῖς φιλοσόφοις ἐψηφίσαντο, ἵνα καὶ Θεόφραστος κατέλθοι καὶ ἐν τοῖς ὁμοίοις εἴη. τοῦτον Τύρταμον λεγόμενον Θεόφραστον διὰ τὸ τῆς φράσεως θεσπέσιον Ἀριστοτέλης μετωνόμασεν·