Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.2.40 Diog. Laert. 5.2.42 (English) >>Diog. Laert. 5.2.44

5.2.41 ἡμεῖς γὰρ ὁπότʼ ἀρχόμεθα ζῆν, τότʼ ἀποθνήσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλʼ εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε - πολὺς γὰρ πόνος - καλῶς αὐτοῦ πρόστητε· μεγάλη γὰρ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλέον τοῦ συμφέροντος. ἀλλʼ ἐμοὶ μὲν οὐκέτʼ ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δʼ ἐπισκέψασθε τί ποιητέον. ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡς λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.

5.2.42

Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. ἔστι δὲ τάδε·

Ἀναλυτικῶν προτέρων αʹ βʹ γʹ.

Ἀναλυτικῶν ὑστέρων αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ.

Περὶ ἀναλύσεως συλλογισμῶν αʹ.

Ἀναλυτικῶν ἐπιτομὴ αʹ.

Ἀνηγμένων τόπων αʹ βʹ.

Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐρωτικοὺς λόγους θεωρίας

Περὶ αἰσθήσεων αʹ.

Πρὸς Ἀναξαγόραν αʹ.

Περὶ τῶν Ἀναξαγόρου αʹ.

Περὶ τῶν Ἀναξιμένους αʹ.

Περὶ τῶν Ἀρχελάου αʹ.

Περὶ ἁλῶν, νίτρου, στυπτηρίας αʹ.

Περὶ τῶν λιθουμένων αʹ βʹ.

Περὶ τῶν ἀτόμων γραμμῶν αʹ.

Ἀκροάσεως αʹ βʹ.

Περὶ ἀνέμων αʹ.

Ἀρετῶν διαφοραὶ αʹ.

Περὶ βασιλείας αʹ.

Περὶ παιδείας βασιλέως αʹ.

Περὶ βίων αʹ βʹ γʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.2.40 Diog. Laert. 5.2.42 (English) >>Diog. Laert. 5.2.44

Powered by PhiloLogic