Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.2.55 Diog. Laert. 5.2.57 (English) >>Diog. Laert. 5.3.60

5.2.56 ἐπειδὴ δὲ οὔτʼ ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τʼ αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ τάλαντον· διδόναι δʼ Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. 5.2.57 αἱ διαθῆκαι κεῖνται ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. τὴν δʼ ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δʼ οἱ αὐτοί. τὴν δʼ ἑτέραν note ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος.

Ὧδʼ ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι.

Ἀκοῦσαι δʼ αὐτοῦ καὶ Ἐρασίστρατον τὸν ἰατρόν εἰσιν οἳ λέγουσι· καὶ εἰκός.

5.3Κεφ. γʹ. ΣΤΡΑΤΩΝ 5.3.58

Διεδέξατο δʼ αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρʼ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρʼ αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.2.55 Diog. Laert. 5.2.57 (English) >>Diog. Laert. 5.3.60

Powered by PhiloLogic