Διεδέξατο δʼ αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρʼ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρʼ αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.
Φέρεται δʼ αὐτοῦ βιβλία
Περὶ βασιλείας τρία.
Περὶ δικαιοσύνης τρία.
Περὶ τἀγαθοῦ γʹ.
Περὶ θεῶν γʹ.
Περὶ ἀρχῶν γʹ.
Περὶ βίων.
Περὶ εὐδαιμονίας.
Περὶ βασιλέως φιλοσόφου.
Περὶ ἀνδρείας.
Περὶ τοῦ κενοῦ.
Περὶ τοῦ οὐρανοῦ.
Περὶ τοῦ πνεύματος.
Περὶ φύσεως ἀνθρωπίνης.
Περὶ ζωογονίας.
Περὶ μίξεως.
Περὶ ὕπνου.
Περὶ ἐνυπνίων.
Περὶ ὄψεως.
Περὶ αἰσθήσεως.
Περὶ ἡδονῆς.
Περὶ χρωμάτων.
Περὶ νόσων. Περὶ κρίσεων.
Περὶ δυνάμεων.
Περὶ τῶν μεταλλικῶν μηχανημάτων.
Περὶ λιμοῦ note καὶ σκοτώσεων.
Περὶ κούφου καὶ βαρέος.
Περὶ ἐνθουσιασμοῦ.
Περὶ χρόνου.
Περὶ τροφῆς καὶ αὐξήσεως.
Περὶ τῶν ἀπορουμένων ζῴων.
Περὶ τῶν μυθολογουμένων ζῴων.
Περὶ αἰτιῶν.
Λύσεις ἀπορουμένων.
Τόπων προοίμια.
Περὶ τοῦ συμβεβηκότος.
Περὶ τοῦ ὅρου.
Περὶ τοῦ μᾶλλον καὶ ἧττον.
Περὶ ἀδίκου.
Περὶ τοῦ προτέρου καὶ ὑστέρου
Περὶ τοῦ προτέρου γένους.
Περὶ τοῦ ἰδίου.
Περὶ τοῦ μέλλοντος.
Εὑρημάτων ἔλεγχοι δύο.
Ὑπομνήματα, ἃ διστάζεται.
Ἐπιστολαὶ ὧν ἡ ἀρχή· Στράτων Ἀρσινόῃ εὖ πράττειν.
Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·
λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· note Στράτωνα τοῦτόν φημί σοι Λάμψακος ὅν ποτʼ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδʼ ᾔσθετο.
Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ.
Τοῦ δʼ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον·
Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτʼ ἀνελεύθερον.
τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρʼ Ὀλυμπίχου, μηδὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι.
Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. note αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθὰ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.