5.4.67
Ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν, ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. ἀλλὰ καὶ γυμναστικώτατος ἐγένετο καὶ εὐέκτης τὸ σῶμα τήν τε πᾶσαν σχέσιν ἀθλητικὴν ἐπιφαίνων, ὠτοθλαδίας καὶ ἐμπινὴς ὤν, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος· διὰ τοῦτο δὲ καὶ παλαῖσαι λέγεται τά τʼ ἐν τῇ πατρίδι Ἰλίεια καὶ σφαιρίσαι. ὡς οὐκ ἄλλος τʼ ἦν φίλος τοῖς περὶ Εὐμένην καὶ Ἄτταλον, οἳ καὶ πλεῖστα ἐπεχορήγουν αὐτῷ. ἐπειράθη δʼ αὐτὸν σχεῖν καὶ Ἀντίοχος, ἀλλʼ οὐκ ἔτυχεν.
5.4.68 οὕτω δʼ ἦν ἐχθρὸς Ἱερωνύμῳ τῷ περιπατητικῷ, ὡς μόνος μὴ ἀπαντᾶν πρὸς αὐτὸν εἰς τὴν ἐτήσιον ἡμέραν, περὶ ἧς ἐν τῷ Ἀρκεσιλάου βίῳ διειλέγμεθα.
Ἀφηγήσατο δὲ τῆς σχολῆς ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα, Στράτωνος αὐτὸν ἐν ταῖς διαθήκαις καταλιπόντος κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα. οὐ μὴν ἀλλὰ καὶ Πανθοίδου διήκουσε τοῦ διαλεκτικοῦ. ἐτελεύτησε δὲ γεγονὼς ἔτος τέταρτον καὶ ἑβδομηκοστόν, νόσῳ ποδαγρικῇ καταπονηθείς. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·
οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ,
τὴν οὕτως Ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
5.4.69
Γεγόνασι δὲ καὶ ἄλλοι Λύκωνες· πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής. Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε·
Τάδε διατίθεμαι περὶ τῶν κατʼ ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν· τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυάνακτι καὶ Λύκωνι. καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ εἰς τἄλλα τὰ νομιζόμενα.