5.5Κεφ. εʹ. ΔΗΜΗΤΡΙΟΣ
5.5.75
Δημήτριος Φανοστράτου Φαληρεύς. οὗτος ἤκουσε μὲν Θεοφράστου· δημηγορῶν δὲ παρʼ Ἀθηναίοις τῆς πόλεως ἐξηγήσατο ἔτη δέκα, καὶ εἰκόνων ἠξιώθη χαλκῶν ἑξήκοντα πρὸς ταῖς τριακοσίαις, ὧν αἱ πλείους ἐφʼ ἵππων ἦσαν καὶ ἁρμάτων καὶ συνωρίδων, συντελεσθεῖσαι ἐν οὐδὲ τριακοσίαις ἡμέραις· τοσοῦτον ἐσπουδάσθη. ἄρξασθαι δʼ αὐτὸν τῆς πολιτείας φησὶ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, ὁπότε φυγὼν Ἀλέξανδρον εἰς Ἀθήνας ἧκεν Ἅρπαλος. πολλὰ δὲ καὶ κάλλιστα τῇ πατρίδι ἐπολιτεύσατο. καὶ γὰρ προσόδοις καὶ κατασκευαῖς ηὔξησε τὴν πόλιν, καίπερ οὐκ εὐγενὴς ὤν.
5.5.76 ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν, ἀλλʼ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν· ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ. Δίδυμος δʼ ἐν Συμποσιακοῖς καὶ Χαριτοβλέφαρον καὶ Λαμπιτὼ καλεῖσθαι αὐτόν φησιν ἀπό τινος note ἑταίρας. λέγεται δʼ ἀποβαλόντα αὐτὸν τὰς ὄψεις ἐν Ἀλεξανδρείᾳ, κομίσασθαι αὖθις παρὰ τοῦ Σαράπιδος· ὅθεν καὶ τοὺς παιᾶνας ποιῆσαι τοὺς μέχρι νῦν ᾀδομένους.
Σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις, ὅμως ἐπεσκοτήθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου.
5.5.77 ἐπιβουλευθεὶς γὰρ ὑπό τινων δίκην θανάτου οὐ παρὼν ὦφλεν. οὐ μὴν ἐκυρίευσαν τοῦ σώματος αὐτοῦ, ἀλλὰ τὸν ἰὸν ἀπήρυγον εἰς τὸν χαλκόν, κατασπάσαντες αὐτοῦ τὰς εἰκόνας καὶ τὰς μὲν ἀποδόμενοι, τὰς δὲ βυθίσαντες, τὰς δὲ κατακόψαντες εἰς ἀμίδας· λέγεται γὰρ καὶ τοῦτο. μία δὲ μόνη σώζεται ἐν ἀκροπόλει. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβωρῖνος.
5.5.78
Φησὶ δʼ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπʼ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.
5.5.79
Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς·
ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν
ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, ἀλλʼ Ἀΐδην μέλανα.
Ἡρακλείδης δʼ ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν φάσκοντα, ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. ὁπηνίκα δʼ ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναις - μανθάνω γὰρ καὶ τοῦτο - Μένανδρος ὁ κωμικὸς παρʼ ὀλίγον ἦλθε κριθῆναι διʼ οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ· ἀλλʼ αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.
5.5.80
Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ
Περὶ τῆς Ἀθήνησι νομοθεσίας αʹ βʹ γʹ δʹ εʹ.
Περὶ τῶν Ἀθήνησι πολιτειῶν αʹ βʹ.
Περὶ δημαγωγίας αʹ βʹ.
Περὶ πολιτικῶν αʹ βʹ.
Περὶ νόμων αʹ.
Περὶ ῥητορικῆς αʹ βʹ.
Στρατηγικῶν αʹ βʹ.
5.5.81
Περὶ Ἰλιάδος αʹ βʹ.
Περὶ Ὀδυσσείας αʹ βʹ γʹ δʹ.
Πτολεμαῖος αʹ.
Ἐρωτικὸς αʹ.
Φαιδώνδας αʹ.
Μαίδων αʹ.
Κλέων αʹ.
Σωκράτης αʹ.
Ἀρταξέρξης αʹ.
Ὁμηρικὸς αʹ.
Ἀριστείδης αʹ.
Ἀριστόμαχος αʹ.
Προτρεπτικὸς αʹ.
Ὑπὲρ τῆς πολιτείας αʹ.
Περὶ τῆς δεκαετίας αʹ.
Περὶ τῶν Ἰώνων αʹ.
Πρεσβευτικὸς αʹ.
Περὶ πίστεως αʹ.
Περὶ χάριτος αʹ.
Περὶ τύχης αʹ. Περὶ μεγαλοψυχίας αʹ.
Περὶ γάμου αʹ.
Περὶ τοῦ δοκοῦ αʹ.
Περὶ εἰρήνης αʹ.
Περὶ νόμων αʹ.
Περὶ ἐπιτηδευμάτων αʹ.
Περὶ καιροῦ αʹ.
Διονύσιος αʹ.
Χαλκιδικὸς αʹ.
Ἀθηναίων καταδρομὴ αʹ.
Περὶ Ἀντιφάνους αʹ.
Προοίμιον ἱστορικὸν αʹ.
Ἐπιστολαὶ αʹ.
Ἐκκλησία ἔνορκος αʹ.
Περὶ γήρως αʹ.
Δίκαια αʹ.
Αἰσωπείων αʹ.
Χρειῶν αʹ.
5.5.82
Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλʼ οὐ τὴν ἀρετήν, ἔφη, διʼ ἣν ἐκείνας ἀνέστησαν. ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δʼ ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα, note κοιλίαν, αἰδοῖον, πώγωνα. τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.
5.5.83 τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ.
Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπʼ αὐτῶν διοίκησιν·
5.5.84 ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς ἐν Λήμνῳ· τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ στωϊκοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·
5.5.85 τεσσαρεσκαιδέκατος ῥήτωρ Σμυρναῖος. καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς· δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε·
ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι· καί ποθʼ ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δʼ ἐστήσατο λαός.
τρίτος Ταρσικὸς σατυρογράφος· τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ· πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων· ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.