5.5.76 ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν, ἀλλʼ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν· ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ. Δίδυμος δʼ ἐν Συμποσιακοῖς καὶ Χαριτοβλέφαρον καὶ Λαμπιτὼ καλεῖσθαι αὐτόν φησιν ἀπό τινος note ἑταίρας. λέγεται δʼ ἀποβαλόντα αὐτὸν τὰς ὄψεις ἐν Ἀλεξανδρείᾳ, κομίσασθαι αὖθις παρὰ τοῦ Σαράπιδος· ὅθεν καὶ τοὺς παιᾶνας ποιῆσαι τοὺς μέχρι νῦν ᾀδομένους.
Σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις, ὅμως ἐπεσκοτήθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου.
5.5.77 ἐπιβουλευθεὶς γὰρ ὑπό τινων δίκην θανάτου οὐ παρὼν ὦφλεν. οὐ μὴν ἐκυρίευσαν τοῦ σώματος αὐτοῦ, ἀλλὰ τὸν ἰὸν ἀπήρυγον εἰς τὸν χαλκόν, κατασπάσαντες αὐτοῦ τὰς εἰκόνας καὶ τὰς μὲν ἀποδόμενοι, τὰς δὲ βυθίσαντες, τὰς δὲ κατακόψαντες εἰς ἀμίδας· λέγεται γὰρ καὶ τοῦτο. μία δὲ μόνη σώζεται ἐν ἀκροπόλει. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβωρῖνος.
5.5.78
Φησὶ δʼ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπʼ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.