Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.5.76 Diog. Laert. 5.5.79 (English) >>Diog. Laert. 5.5.82

5.5.78

Φησὶ δʼ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπʼ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.

5.5.79

Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς·

ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν

ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, ἀλλʼ Ἀΐδην μέλανα.

Ἡρακλείδης δʼ ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν φάσκοντα, ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. ὁπηνίκα δʼ ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναις - μανθάνω γὰρ καὶ τοῦτο - Μένανδρος κωμικὸς παρʼ ὀλίγον ἦλθε κριθῆναι διʼ οὐδὲν ἄλλο ὅτι φίλος ἦν αὐτῷ· ἀλλʼ αὐτὸν παρῃτήσατο Τελεσφόρος ἀνεψιὸς τοῦ Δημητρίου.

5.5.80

Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ

Περὶ τῆς Ἀθήνησι νομοθεσίας αʹ βʹ γʹ δʹ εʹ.

Περὶ τῶν Ἀθήνησι πολιτειῶν αʹ βʹ.

Περὶ δημαγωγίας αʹ βʹ.

Περὶ πολιτικῶν αʹ βʹ.

Περὶ νόμων αʹ.

Περὶ ῥητορικῆς αʹ βʹ.

Στρατηγικῶν αʹ βʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.5.76 Diog. Laert. 5.5.79 (English) >>Diog. Laert. 5.5.82

Powered by PhiloLogic