Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.5.84 Diog. Laert. 5.6.86 (English) >>Diog. Laert. 5.6.89

5.5.85 τεσσαρεσκαιδέκατος ῥήτωρ Σμυρναῖος. καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς· δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε·

ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι· καί ποθʼ ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δʼ ἐστήσατο λαός.

τρίτος Ταρσικὸς σατυρογράφος· τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ· πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων· ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.

5.6Κεφ. ϛʹ. ΗΡΑΚΛΕΙΔΗΣ 5.6.86

Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ· ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει· καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστʼ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τʼ ἦν τὸ βλέμμα καὶ σεμνός. φέρεται δʼ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι, ὧν ἠθικὰ μὲν Περὶ δικαιοσύνης γʹ.

Ἓν δὲ περὶ σωφροσύνης

Περί τʼ εὐσεβείας εʹ καὶ

Περὶ ἀνδρείας αʹ.

Κοινῶς τε περὶ ἀρετῆς αʹ καὶ ἄλλο.

Περὶ εὐδαιμονίας αʹ.

5.6.87

Περὶ τῆς ἀρχῆς αʹ καὶ

Νόμων αʹ καὶ τῶν συγγενῶν τούτοις.

Περὶ ὀνομάτων αʹ.

Συνθῆκαι αʹ.

Ἀκούσιος αʹ.

Ἐρωτικὸς καὶ Κλεινίας αʹ.

Φυσικὰ δὲ

Περὶ νοῦ.

Περὶ ψυχῆς καὶ κατʼ ἰδίαν περὶ ψυχῆς καὶ

Περὶ φύσεως καὶ

Περὶ εἰδώλων.

Πρὸς Δημόκριτον.

Περὶ τῶν ἐν οὐρανῷ αʹ.

Περὶ τῶν ἐν ᾅδου.

Περὶ βίων αʹ βʹ.

Αἰτίαι περὶ νόσων αʹ.

Περὶ τἀγαθοῦ αʹ.

Πρὸς τὰ Ζήνωνος αʹ.

Πρὸς τὰ Μήτρωνος αʹ.

Γραμματικὰ δὲ

Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας αʹ βʹ.

Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου αʹ βʹ.

Καὶ μουσικὰ δὲ

Περὶ τῶν παρʼ Εὐριπίδῃ καὶ Σοφοκλεῖ αʹ βʹ γʹ. Περὶ μουσικῆς αʹ βʹ.



Diogenes Laertius, Lives of Eminent Philosophers (XML Header) [word count] [lemma count] [Diog. Laert.].
<<Diog. Laert. 5.5.84 Diog. Laert. 5.6.86 (English) >>Diog. Laert. 5.6.89

Powered by PhiloLogic