6.2.51
Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, γέρων ἄπορος. ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· πότερος τούτων Χείρων ἐστί; τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι. ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. ἰδὼν γυναῖκα ἐν φορείῳ, οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλεάγρα.
6.2.52
Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν μειρακύλλιον ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη, τίπτε σὺ ὧδε, φέριστε; ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.
6.2.53
Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη,
μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.
πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις;
Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.