6.2.53
Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη,
μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.
πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις;
Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.
6.2.54
Ἐρωτηθεὶς ὑπό τινος, ποῖός τίς σοι Διογένης δοκεῖ ; Σωκράτης, εἶπε, μαινόμενος. note ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, περικεφαλαίαν, ἔφη. μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἰδών ποτε μειράκιον ἐρυθριῶν, θάρρει, ἔφη· τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα. δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, τὸν ἀλλότριον. πρὸς τὸν εἰπόντα, πολλοί σου καταγελῶσιν, ἀλλʼ ἐγώ, ἔφη, οὐ καταγελῶμαι.
6.2.55
Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, οὐ τὸ ζῆν, εἶπεν, ἀλλὰ τὸ κακῶς ζῆν. πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, γελοῖον, ἔφη, εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δυνήσεται. ἀριστῶν ἐλάας, πλακοῦντος ἐπεισενεχθέντος, ῥίψας φησίν,
ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·
καὶ ἄλλοτε,
μάστιξεν δʼ ἐλάαν.
ἐρωτηθεὶς ποταπὸς εἴη κύων; ἔφη πεινῶν μὲν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδʼ ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων.